previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ: ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ [p. 51] κακοῦ, ὡς τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενονκακόν τι γέγονε Χαρικλεῖ.’ Ἅμα δὲ αὐτοῦ λέγοντος συνεξεφώνησεν οἰκέτηςτέθνηκε [2] Χαρικλῆς.’ Τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν ἀφῆκεν φωνὴ καὶ ἔμεινεν ἀκίνητος, ὥσπερ τυφῶνι βεβλημένος τῷ λόγῳ: δὲ οἰκέτης διηγεῖταιἐπὶ τὸν ἵππον τὸν σὸν ἐκάθισεν, Κλεινία, ὃς τὰ μὲν πρῶτα ἤλαυνεν ἠρέμα: δύο δὲ τρεῖς δρόμους περιελθὼν τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας. [3] Ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. Τὸν γὰρ χαλινὸν ἐνδακὼν καὶ τὸν αὐχένα γυρώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. Τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς ἔμπροσθεν ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον, [4] διώκοντες τὸν ἵππον. δὲ ἵππος τῇ τῶν ποδῶν κυρτούμενος ἁμίλλῃ, ἄνω τε καὶ κάτω πηδῶν πρὸς τὴν ἑκατέρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς νώτοις ἐκυμαίνετο. δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ τοῦ τῆς ἱππείας ταλαντευόμενος κύματος ἐκ τῆς ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ̓ οὐρὰν κατολισθάνων, ποτὲ δὲ ἐπὶ τράχηλον κυβιστῶν: δὲ τοῦ κλύδωνος ἐπίεζεν αὐτὸν χειμών. [5] Τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται [p. 52] τραύμασιν, ὅσαι τῶν κλάδων ἦσαν αἱ αἰχμαί. [6] Οἱ δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι τὸ σῶμα, ἀλλ̓ ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου τρίβον. δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς τῷ πτώματι καὶ ἐμποδιζόμενος εἰς τὸν δρόμον τῷ σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων τὸν δεσμὸν τῆς φυγῆς: ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν γνωρίσειε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: