previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κἀγὼμεγάλα μὲνἔφηνἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία: φοβοῦμαι δ̓ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω; [2] γαμεῖν μὲν οὐκ ἂν δυναίμην: ἄλλῃ γὰρ δέδομαι παρθένῳ: ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον πατὴρ δίκαια αἰτῶν, οὐ ξένην, οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ̓ ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ̓ αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, θεοί, πρὶν Λευκίππην ἰδεῖν, νῦν δὲ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω. [3] Ἐν μεθορίῳ κεῖμαι δύο ἐναντίων: Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. μὲν ἕστηκεν αἰδοῖ κρατῶν, δὲ κάθηται πυρπολῶν. Πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ φύσις, καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ̓ ἀντίδικον ἔχω χαλεπώτερον. Βασανίζει τὸν δικαστήν, ἕστηκε: μετὰ βελῶν, κρίνει μετὰ πυρός. Ἂν ἀπειθήσω, πάτερ, αὐτῷ, κάομαι τῷ πυρί.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: