previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[337]

Ταῦτα Ἐλεάζαρος ἔλεγεν. οὐ μὴν κατ᾽ αὐτὸ ταῖς γνώμαις προσέπιπτε τῶν παρόντων, ἀλλ᾽ οἱ μὲν ἔσπευδον ὑπακούειν καὶ μόνον οὐχ ἡδονῆς ἐνεπίμπλαντο καλὸν εἶναι τὸν θάνατον νομίζοντες, [338] τοὺς δ᾽ αὐτῶν μαλακωτέρους γυναικῶν καὶ γενεᾶς οἶκτος εἰσῄει, πάντως δὲ καὶ τῆς ἑαυτῶν προδήλου τελευτῆς εἰς ἀλλήλους ἀποβλέποντες τοῖς δακρύοις τὸ μὴ βουλόμενον τῆς γνώμης ἐσήμαινον. [339] τούτους ἰδὼν Ἐλεάζαρος ἀποδειλιῶντας καὶ πρὸς τὸ μέγεθος τοῦ βουλεύματος τὰς ψυχὰς ὑποκλωμένους ἔδεισε, μή ποτε καὶ τοὺς ἐρρωμένως τῶν λόγων ἀκούσαντας αὐτοὶ συνεκθηλύνωσι ποτνιώμενοι καὶ δακρύοντες. [340] οὔκουν ἀνῆκε τὴν παρακέλευσιν, ἀλλ᾽ αὑτὸν ἐπεγείρας καὶ πολλοῦ λήματος πλήρης γενόμενος λαμπροτέροις ἐνεχείρει λόγοις περὶ ψυχῆς ἀθανασίας, [341] μέγα τε σχετλιάσας καὶ τοῖς δακρύουσιν ἀτενὲς ἐμβλέψας πλεῖστον, εἶπεν, ἐψεύσθην νομίζων ἀνδράσιν ἀγαθοῖς τῶν ὑπὲρ τῆς ἐλευθερίας ἀγώνων συναρεῖσθαι, ζῆν καλῶς τεθνάναι διεγνωκόσιν. [342] ὑμεῖς δὲ ἦτε τῶν τυχόντων οὐδὲν εἰς ἀρετὴν οὐδ᾽ εὐτολμίαν διαφέροντες, οἵ γε καὶ τὸν ἐπὶ μεγίστων ἀπαλλαγῇ κακῶν φοβεῖσθε θάνατον δέον ὑπὲρ τούτου μήτε μελλῆσαι μήτε σύμβουλον ἀναμεῖναι. [343] πάλαι γὰρ εὐθὺς ἀπὸ τῆς πρώτης αἰσθήσεως παιδεύοντες ἡμᾶς οἱ πάτριοι καὶ θεῖοι λόγοι διετέλουν ἔργοις τε καὶ φρονήμασι τῶν ἡμετέρων προγόνων αὐτοὺς βεβαιούντων, ὅτι συμφορὰ τὸ ζῆν ἐστιν ἀνθρώποις, οὐχὶ θάνατος. [344] οὗτος μὲν γὰρ ἐλευθερίαν διδοὺς ψυχαῖς εἰς τὸν οἰκεῖον καὶ καθαρὸν ἀφίησι τόπον ἀπαλλάσσεσθαι πάσης συμφορᾶς ἀπαθεῖς ἐσομένας, ἕως δέ εἰσιν ἐν σώματι θνητῷ δεδεμέναι καὶ τῶν τούτου κακῶν συναναπίμπλανται, τἀληθέστατον εἰπεῖν, τεθνήκασι: [345] κοινωνία γὰρ θείῳ πρὸς θνητὸν ἀπρεπής ἐστι. μέγα μὲν οὖν δύναται ψυχὴ καὶ σώματι συνδεδεμένη: ποιεῖ γὰρ αὐτῆς ὄργανον αἰσθανόμενον ἀοράτως αὐτὸ κινοῦσα καὶ θνητῆς φύσεως περαιτέρω προάγουσα ταῖς πράξεσιν: [346] οὐ μὴν ἀλλ᾽ ἐπειδὰν ἀπολυθεῖσα τοῦ καθέλκοντος αὐτὴν βάρους ἐπὶ γῆν καὶ προσκρεμαμένου χῶρον ἀπολάβῃ τὸν οἰκεῖον, τότε δὴ μακαρίας ἰσχύος καὶ πανταχόθεν ἀκωλύτου μετέχει δυνάμεως, ἀόρατος μένουσα τοῖς ἀνθρωπίνοις ὄμμασιν ὥσπερ αὐτὸς θεός: [347] οὐδὲ γὰρ ἕως ἐστὶν ἐν σώματι θεωρεῖται: πρόσεισι γὰρ ἀφανῶς καὶ μὴ βλεπομένη πάλιν ἀπαλλάττεται, μίαν μὲν αὐτὴ φύσιν ἔχουσα τὴν ἄφθαρτον, αἰτία δὲ σώματι γινομένη μεταβολῆς. [348] ὅτου γὰρ ἂν ψυχὴ προσψαύσῃ, τοῦτο ζῇ καὶ τέθηλεν, ὅτου δ᾽ ἂν ἀπαλλαγῇ, μαρανθὲν ἀποθνήσκει: τοσοῦτον αὐτῇ περίεστιν ἀθανασίας. [349] ὕπνος δὲ τεκμήριον ὑμῖν ἔστω τῶν λόγων ἐναργέστατον, ἐν ψυχαὶ τοῦ σώματος αὐτὰς μὴ περισπῶντος ἡδίστην μὲν ἔχουσιν ἀνάπαυσιν ἐφ᾽ αὑτῶν γενόμεναι, θεῷ δ᾽ ὁμιλοῦσαι κατὰ συγγένειαν πάντη μὲν ἐπιφοιτῶσι, πολλὰ δὲ τῶν ἐσομένων προθεσπίζουσι. [350] τί δὴ δεῖ δεδιέναι θάνατον τὴν ἐν ὕπνῳ γινομένην ἀνάπαυσιν ἀγαπῶντας; πῶς δ᾽ οὐκ ἀνόητόν ἐστιν τὴν ἐν τῷ ζῆν ἐλευθερίαν διώκοντας τῆς ἀιδίου φθονεῖν αὑτοῖς; [351] ἔδει μὲν οὖν ἡμᾶς οἴκοθεν πεπαιδευμένους ἄλλοις εἶναι παράδειγμα τῆς πρὸς θάνατον ἑτοιμότητος: οὐ μὴν ἀλλ᾽ εἰ καὶ τῆς παρὰ τῶν ἀλλοφύλων δεόμεθα πίστεως, βλέψωμεν εἰς Ἰνδοὺς τοὺς σοφίαν ἀσκεῖν ὑπισχνουμένους. [352] ἐκεῖνοί τε γὰρ ὄντες ἄνδρες ἀγαθοὶ τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λειτουργίαν ἀκουσίως ὑπομένουσι, [353] σπεύδουσι δὲ τὰς ψυχὰς ἀπολῦσαι τῶν σωμάτων, καὶ μηδενὸς αὐτοὺς ἐπείγοντος κακοῦ μηδ᾽ ἐξελαύνοντος πόθῳ τῆς ἀθανάτου διαίτης προλέγουσι μὲν τοῖς ἄλλοις ὅτι μέλλουσιν ἀπιέναι, καὶ ἔστιν κωλύσων οὐδείς, ἀλλὰ πάντες αὐτοὺς εὐδαιμονίζοντες πρὸς τοὺς οἰκείους ἕκαστοι διδόασιν ἐπιστολάς: [354] οὕτως βεβαίαν καὶ ἀληθεστάτην ταῖς ψυχαῖς τὴν μετ᾽ ἀλλήλων εἶναι δίαιταν πεπιστεύκασιν. [355] οἱ δ᾽ ἐπειδὰν ἐπακούσωσι τῶν ἐντεταλμένων αὐτοῖς, πυρὶ τὸ σῶμα παραδόντες, ὅπως δὴ καὶ καθαρωτάτην ἀποκρίνωσι τοῦ σώματος τὴν ψυχήν, ὑμνούμενοι τελευτῶσιν: [356] ῥᾷον γὰρ ἐκείνους εἰς τὸν θάνατον οἱ φίλτατοι προπέμπουσιν τῶν ἄλλων ἀνθρώπων ἕκαστοι τοὺς πολίτας εἰς μηκίστην ἀποδημίαν, καὶ σφᾶς μὲν αὐτοὺς δακρύουσιν, ἐκείνους δὲ μακαρίζουσιν ἤδη τὴν ἀθάνατον τάξιν ἀπολαμβάνοντας. [357] ἆρ᾽ οὖν οὐκ αἰδούμεθα χεῖρον Ἰνδῶν φρονοῦντες καὶ διὰ τῆς αὑτῶν ἀτολμίας τοὺς πατρίους νόμους, οἳ πᾶσιν ἀνθρώποις εἰς ζῆλον ἥκουσιν, αἰσχρῶς ὑβρίζοντες; [358] ἀλλ᾽ εἴ γε καὶ τοὺς ἐναντίους ἐξ ἀρχῆς λόγους ἐπαιδεύθημεν, ὡς ἄρα μέγιστον ἀγαθὸν ἀνθρώποις ἐστὶ τὸ ζῆν συμφορὰ δ᾽ θάνατος, γοῦν καιρὸς ἡμᾶς παρακαλεῖ φέρειν εὐκαρδίως αὐτὸν θεοῦ γνώμῃ καὶ κατ᾽ ἀνάγκας τελευτήσαντας: [359] πάλαι γάρ, ὡς ἔοικε, κατὰ τοῦ κοινοῦ παντὸς Ἰουδαίων γένους ταύτην ἔθετο τὴν ψῆφον θεός, ὥσθ᾽ ἡμᾶς τοῦ ζῆν ἀπηλλάχθαι μὴ μέλλοντας αὐτῷ χρῆσθαι κατὰ τρόπον. [360] μὴ γὰρ αὐτοῖς ὑμῖν ἀνάπτετε τὰς αἰτίας μηδὲ χαρίζεσθε τοῖς Ῥωμαίοις, ὅτι πάντας ἡμᾶς πρὸς αὐτοὺς πόλεμος διέφθειρεν: οὐ γὰρ ἐκείνων ἰσχύι ταῦτα συμβέβηκεν, ἀλλὰ κρείττων αἰτία γενομένη τὸ δοκεῖν ἐκείνοις νικᾶν παρέσχηκε. [361] ποίοις γὰρ ὅπλοις Ῥωμαίων τεθνήκασιν οἱ Καισάρειαν Ἰουδαῖοι κατοικοῦντες; [362] ἀλλ᾽ οὐδὲ μελλήσαντας αὐτοὺς ἐκείνων ἀφίστασθαι, μεταξὺ δὲ τὴν ἑβδόμην ἑορτάζοντας τὸ πλῆθος τῶν Καισαρέων ἐπιδραμὸν μηδὲ χεῖρας ἀνταίροντας ἅμα γυναιξὶ καὶ τέκνοις κατέσφαξαν, οὐδ᾽ αὐτοὺς Ῥωμαίους ἐντραπέντες, οἳ μόνους ἡμᾶς ἡγοῦντο πολεμίους τοὺς ἀφεστηκότας. [363] ἀλλὰ φήσει τις, ὅτι Καισαρεῦσιν ἦν ἀεὶ διαφορὰ πρὸς τοὺς παρ᾽ αὐτοῖς, καὶ τοῦ καιροῦ λαβόμενοι τὸ παλαιὸν μῖσος ἀπεπλήρωσαν. [364] τί οὖν τοὺς ἐν Σκυθοπόλει φῶμεν; ἡμῖν γὰρ ἐκεῖνοι διὰ τοὺς Ἕλληνας πολεμεῖν ἐτόλμησαν, ἀλλ᾽ οὐ μετὰ τῶν συγγενῶν ἡμῶν Ῥωμαίους ἀμύνεσθαι. [365] πολὺ τοίνυν ὤνησεν αὐτοὺς πρὸς ἐκείνους εὔνοια καὶ πίστις: ὑπ᾽ αὐτῶν μέντοι πανοικεσίᾳ πικρῶς κατεφονεύθησαν ταύτην τῆς συμμαχίας ἀπολαβόντες ἀμοιβήν: [366] γὰρ ἐκείνους ὑφ᾽ ἡμῶν ἐκώλυσαν ταῦθ᾽ ὑπέμειναν ὡς αὐτοὶ δρᾶσαι θελήσαντες. μακρὸν ἂν εἴη νῦν ἰδίᾳ περὶ ἑκάστων λέγειν: [367] ἴστε γὰρ ὅτι τῶν ἐν Συρίᾳ πόλεων οὐκ ἔστιν ἥτις τοὺς παρ᾽ αὐτῇ κατοικοῦντας Ἰουδαίους οὐκ ἀνῄρηκεν, ἡμῖν πλέον Ῥωμαίοις ὄντας πολεμίους: [368] ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου τὴν αὐτῶν πόλιν ἐνέπλησαν ὀκτακισχιλίους πρὸς τοῖς μυρίοις Ἰουδαίους ἅμα γυναιξὶ καὶ γενεαῖς ἀποσφάξαντες. [369] τὸ δ᾽ ἐν Αἰγύπτῳ πλῆθος τῶν μετ᾽ αἰκίας ἀνῃρημένων ἕξ που μυριάδας ὑπερβάλλειν ἐπυνθανόμεθα. κἀκεῖνοι μὲν ἴσως ἐπ᾽ ἀλλοτρίας γῆς οὐδὲν ἀντίπαλον εὑράμενοι τοῖς πολεμίοις οὕτως ἀπέθανον, τοῖς δ᾽ ἐπὶ τῆς οἰκείας τὸν πρὸς Ῥωμαίους πόλεμον ἀραμένοις ἅπασι τε τῶν ἐλπίδα νίκης ἐχυρᾶς παρασχεῖν δυναμένων οὐχ ὑπῆρξε; [370] καὶ γὰρ ὅπλα καὶ τείχη καὶ φρουρίων δυσάλωτοι κατασκευαὶ καὶ φρόνημα πρὸς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους ἄτρεπτον πάντας πρὸς τὴν ἀπόστασιν ἐπέρρωσεν. [371] ἀλλὰ ταῦτα πρὸς βραχὺν χρόνον ἀρκέσαντα καὶ ταῖς ἐλπίσιν ἡμᾶς ἐπάραντα μειζόνων ἀρχὴ κακῶν ἐφάνη: πάντα γὰρ ἥλω, καὶ πάντα τοῖς πολεμίοις ὑπέπεσεν, ὥσπερ εἰς τὴν ἐκείνων εὐκλεεστέραν νίκην, οὐκ εἰς τὴν τῶν παρασκευασαμένων σωτηρίαν εὐτρεπισθέντα. [372] καὶ τοὺς μὲν ἐν ταῖς μάχαις ἀποθνήσκοντας εὐδαιμονίζειν προσῆκον: ἀμυνόμενοι γὰρ καὶ τὴν ἐλευθερίαν οὐ προέμενοι τεθνήκασι: τὸ δὲ πλῆθος τῶν ὑπὸ Ῥωμαίοις γενομένων τίς οὐκ ἂν ἐλεήσειε; τίς οὐκ ἂν ἐπειχθείη πρὸ τοῦ ταὐτὰ παθεῖν ἐκείνοις ἀποθανεῖν; [373] ὧν οἱ μὲν στρεβλούμενοι καὶ πυρὶ καὶ μάστιξιν αἰκιζόμενοι τεθνήκασιν, οἱ δ᾽ ἀπὸ θηρίων ἡμίβρωτοι πρὸς δευτέραν αὐτοῖς τροφὴν ζῶντες ἐφυλάχθησαν, γέλωτα καὶ παίγνιον τοῖς πολεμίοις παρασχόντες. [374] ἐκείνων μὲν οὖν ἀθλιωτάτους ὑποληπτέον τοὺς ἔτι ζῶντας, οἳ πολλάκις εὐχόμενοι τὸν θάνατον λαβεῖν οὐκ ἔχουσιν. [375] ποῦ δ᾽ μεγάλη πόλις, τοῦ παντὸς Ἰουδαίων γένους μητρόπολις, τοσούτοις μὲν ἐρυμνὴ τειχῶν περιβόλοις, τοσαῦτα δ᾽ αὑτῆς φρούρια καὶ μεγέθη πύργων προβεβλημένη, μόλις δὲ χωροῦσα τὰς εἰς τὸν πόλεμον παρασκευάς, τοσαύτας δὲ μυριάδας ἀνδρῶν ἔχουσα τῶν ὑπὲρ αὐτῆς μαχομένων; [376] ποῦ γέγονεν ἡμῖν τὸν θεὸν ἔχειν οἰκιστὴν πεπιστευμένη; πρόρριζος ἐκ βάθρων ἀνήρπασται, καὶ μόνον αὐτῆς μνημεῖον ἀπολείπεται τὸ τῶν ἀνῃρημένων ἔτι τοῖς λειψάνοις ἐποικοῦν. [377] πρεσβῦται δὲ δύστηνοι τῇ σποδῷ τοῦ τεμένους παρακάθηνται καὶ γυναῖκες ὀλίγαι πρὸς ὕβριν αἰσχίστην ὑπὸ τῶν πολεμίων τετηρημέναι. [378] ταῦτα τίς ἐν νῷ βαλλόμενος ἡμῶν καρτερήσει τὸν ἥλιον ὁρᾶν, κἂν δύνηται ζῆν ἀκινδύνως; τίς οὕτω τῆς πατρίδος ἐχθρός, τίς οὕτως ἄνανδρος καὶ φιλόψυχος, ὡς μὴ καὶ περὶ τοῦ μέχρι νῦν ζῆσαι μετανοεῖν; [379] ἀλλ᾽ εἴθε πάντες ἐτεθνήκειμεν πρὶν τὴν ἱερὰν ἐκείνην πόλιν χερσὶν ἰδεῖν κατασκαπτομένην πολεμίων, πρὶν τὸν ναὸν τὸν ἅγιον οὕτως ἀνοσίως ἐξορωρυγμένον. [380] ἐπεὶ δὲ ἡμᾶς οὐκ ἀγεννὴς ἐλπὶς ἐβουκόλησεν, ὡς τάχα που δυνήσεσθαι τοὺς πολεμίους ὑπὲρ αὐτῆς ἀμύνασθαι, φρούδη δὲ γέγονε νῦν καὶ μόνους ἡμᾶς ἐπὶ τῆς ἀνάγκης καταλέλοιπεν, σπεύσωμεν καλῶς ἀποθανεῖν, ἐλεήσωμεν ἡμᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας, ἕως ἡμῖν ἔξεστιν παρ᾽ ἡμῶν αὐτῶν λαβεῖν τὸν ἔλεον. [381] ἐπὶ μὲν γὰρ θάνατον ἐγεννήθημεν καὶ τοὺς ἐξ αὑτῶν ἐγεννήσαμεν, καὶ τοῦτον οὐδὲ τοῖς εὐδαιμονοῦσιν ἔστι διαφυγεῖν: [382] ὕβρις δὲ καὶ δουλεία καὶ τὸ βλέπειν γυναῖκας εἰς αἰσχύνην ἀγομένας μετὰ τέκνων οὐκ ἔστιν ἀνθρώποις κακὸν ἐκ φύσεως ἀναγκαῖον, ἀλλὰ ταῦτα διὰ τὴν αὐτῶν δειλίαν ὑπομένουσιν οἱ παρὸν πρὸ αὐτῶν ἀποθανεῖν μὴ θελήσαντες. [383] ἡμεῖς δὲ ἐπ᾽ ἀνδρείᾳ μέγα φρονοῦντες Ῥωμαίων ἀπέστημεν καὶ τὰ τελευταῖα νῦν ἐπὶ σωτηρίᾳ προκαλουμένων ἡμᾶς οὐχ ὑπηκούσαμεν. [384] τίνι τοίνυν οὐκ ἔστιν θυμὸς αὐτῶν πρόδηλος, εἰ ζώντων ἡμῶν κρατήσουσιν; ἄθλιοι μὲν οἱ νέοι τῆς ῥώμης τῶν σωμάτων εἰς πολλὰς αἰκίας ἀρκέσοντες, ἄθλιοι δὲ οἱ παρηβηκότες φέρειν τῆς ἡλικίας τὰς συμφορὰς οὐ δυναμένης. [385] ὄψεταί τις γυναῖκα πρὸς βίαν ἀγομένην, φωνῆς ἐπακούσεται τέκνου πατέρα βοῶντος χεῖρας δεδεμένος. [386] ἀλλ᾽ ἕως εἰσὶν ἐλεύθεραι καὶ ξίφος ἔχουσιν, καλὴν ὑπουργίαν ὑπουργησάτωσαν: ἀδούλωτοι μὲν ὑπὸ τῶν πολεμίων ἀποθάνωμεν, ἐλεύθεροι δὲ μετὰ τέκνων καὶ γυναικῶν τοῦ ζῆν συνεξέλθωμεν. [387] ταῦθ᾽ ἡμᾶς οἱ νόμοι κελεύουσι, ταῦθ᾽ ἡμᾶς γυναῖκες καὶ παῖδες ἱκετεύουσι: τούτων τὴν ἀνάγκην θεὸς ἀπέσταλκε, τούτων Ῥωμαῖοι τἀναντία θέλουσι, καὶ μή τις ἡμῶν πρὸ τῆς ἁλώσεως ἀποθάνῃ δεδοίκασι. [388] σπεύσωμεν οὖν ἀντὶ τῆς ἐλπιζομένης αὐτοῖς καθ᾽ ἡμῶν ἀπολαύσεως ἔκπληξιν τοῦ θανάτου καὶ θαῦμα τῆς τόλμης καταλιπεῖν.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: