previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[275]

Ἐπὶ γὰρ τὸν Ἐλεάζαρον καὶ τοὺς κατέχοντας σὺν αὐτῷ τὴν Μασάδαν σικαρίους τῶν Ῥωμαίων στρατηγὸς ἧκε τὰς δυνάμεις ἄγων, καὶ τῆς μὲν χώρας ἁπάσης εὐθὺς ἐκράτει φρουρὰς ἐν τοῖς ἐπικαιροτάτοις αὐτῆς μέρεσιν ἐγκαταστήσας, [276] τεῖχος δὲ περιέβαλε κύκλῳ περὶ πᾶν τὸ φρούριον, ὅπως μηδενὶ τῶν πολιορκουμένων ῥᾴδιον διαφυγεῖν, καὶ διανέμει τοὺς φυλάξοντας. [277] αὐτὸς δὲ καταστρατοπεδεύει τόπον ὡς μὲν πρὸς τὴν πολιορκίαν ἐπιτηδειότατον ἐκλαβών, καθ᾽ ὃν αἱ τοῦ φρουρίου πέτραι τῷ πλησίον ὄρει συνήγγιζον, ἄλλως δὲ πρὸς ἀφθονίαν τῶν ἐπιτηδείων δύσκολον: [278] οὐ γὰρ τροφὴ μόνον πόρρωθεν ἐκομίζετο καὶ σὺν μεγάλῃ ταλαιπωρίᾳ τῶν ἐπὶ τοῦτο τεταγμένων Ἰουδαίων, ἀλλὰ καὶ τὸ ποτὸν ἦν ἀγώγιμον [εἰς τὸ στρατόπεδον] τοῦ τόπου μηδεμίαν ἐγγὺς πηγὴν ἀναδιδόντος. [279] ταῦτ᾽ οὖν προοικονομησάμενος Σίλβας ἐπὶ τὴν πολιορκίαν ἐτράπετο πολλῆς ἐπιτεχνήσεως καὶ ταλαιπωρίας δεομένην διὰ τὴν ὀχυρότητα τοῦ φρουρίου τοιοῦδε τὴν φύσιν ὑπάρχοντος:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: