previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[230]

Παῖτος δὲ ἐπὶ μὲν τὰ Σαμόσατα τοὺς καταληψομένους ἀποστέλλει καὶ δι᾽ ἐκείνων εἶχε τὴν πόλιν, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ἐπ᾽ Ἀντίοχον ἐποιεῖτο τὴν ὁρμήν. [231] οὐ μὴν βασιλεὺς οὐδ᾽ ὑπὸ τῆς ἀνάγκης προήχθη πρᾶξαί τι πρὸς Ῥωμαίους πολεμικόν, ἀλλὰ τὴν αὐτοῦ τύχην ὀδυρόμενος τι δέοι παθεῖν ὑπέμενε: [232] νέοις δὲ καὶ πολέμων ἐμπείροις καὶ ῥώμῃ σωμάτων διαφέρουσιν οὐ ῥᾴδιον ἦν τοῖς παισὶν αὐτοῦ τὴν συμφορὰν ἀμαχεὶ καρτερεῖν: τρέπονται οὖν πρὸς ἀλκὴν Ἐπιφανής τε καὶ Καλλίνικος. [233] σφοδρᾶς δὲ τῆς μάχης καὶ παρ᾽ ὅλην τὴν ἡμέραν γενομένης αὐτοὶ τὴν ἀνδρείαν διαπρεπῆ παρέσχον καὶ μηδὲν ἐλαττωθείσῃ τῇ σφετέρᾳ δυνάμει [ἑσπέρᾳ] διελύθησαν. [234] Ἀντιόχῳ δ᾽ οὐδ᾽ ἐπὶ τῇ μάχῃ τοῦτον κεχωρηκυίᾳ τὸν τρόπον μένειν ἀνεκτὸν ἐδόκει, λαβὼν δὲ τὴν γυναῖκα καὶ τὰς θυγατέρας μετ᾽ ἐκείνων ἐποιεῖτο τὴν φυγὴν εἰς Κιλικίαν, καὶ τοῦτο πράξας τὰ φρονήματα τῶν οἰκείων στρατιωτῶν κατέκλασεν: [235] ὡς γὰρ κατεγνωσμένης ὑπ᾽ αὐτοῦ τῆς βασιλείας ἀπέστησαν καὶ πρὸς τοὺς Ῥωμαίους μετεβάλοντο, καὶ πάντων πρόδηλος ἦν ἀπόγνωσις. [236] πρὶν οὖν τελέως ἐρημωθῆναι τῶν συμμάχων τοῖς περὶ τὸν Ἐπιφανῆ σώζειν αὑτοὺς ἐκ τῶν πολεμίων ἦν ἀναγκαῖον, καὶ γίνονται δέκα σύμπαντες ἱππεῖς οἱ μετ᾽ αὐτῶν τὸν Εὐφράτην διαβαλόντες, [237] ἔνθεν ἤδη μετ᾽ ἀδείας πρὸς τὸν βασιλέα τῶν Πάρθων Βολογέσην κομισθέντες οὐχ ὡς φυγάδες ὑπερηφανήθησαν, ἀλλ᾽ ὡς ἔτι τὴν παλαιὰν ἔχοντες εὐδαιμονίαν πάσης τιμῆς ἠξιώθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: