previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[190]

Βάσσος δὲ περισκεψάμενος τὸ χωρίον ἔγνω ποιεῖσθαι τὴν πρόσοδον χωννὺς τὴν φάραγγα τὴν πρὸς ταῖς ἀνατολαῖς καὶ τῶν ἔργων εἴχετο, σπουδὴν ποιούμενος τάχος ἐξᾶραι τὸ χῶμα καὶ δι᾽ αὐτοῦ ῥᾳδίαν ποιῆσαι τὴν πολιορκίαν. [191] οἱ δ᾽ ἔνδον ἀπειλημμένοι τῶν Ἰουδαίων αὐτοὶ καθ᾽ ἑαυτοὺς ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν, ὄχλον ἄλλως εἶναι νομίζοντες, ἐν τῇ κάτω πόλει παραμένειν καὶ τοὺς κινδύνους προεκδέχεσθαι, [192] τὸ δ᾽ ἄνω φρούριον αὐτοὶ καταλαβόντες εἶχον καὶ διὰ τὴν ἰσχὺν τῆς ὀχυρότητος καὶ προνοίᾳ τῆς σωτηρίας αὐτῶν: τεύξεσθαι γὰρ ἀφέσεως ὑπελάμβανον, εἰ τὸ χωρίον Ῥωμαίοις ἐγχειρίσειαν. [193] πείρᾳ δὲ πρότερον ἐβούλοντο τὰς ὑπὲρ τοῦ διαφεύξεσθαι τὴν πολιορκίαν ἐλπίδας ἐλέγξαι. διὰ τοῦτο καὶ προθύμως ἐποιοῦντο τὰς ἐξόδους ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς χοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνῄρουν. [194] ἀεὶ δὲ τὸ κρατεῖν καιρὸς ἐβράβευεν ἑκατέροις τὸ πλέον, τοῖς μὲν Ἰουδαίοις, εἰ πρὸς ἀφυλακτοτέρους προσπέσοιεν, τοῖς δὲ ἐπὶ τῶν χωμάτων προϊδομένοις, εἰ τὴν ἐκδρομὴν αὐτῶν δέχοιντο πεφραγμένως. [195] ἀλλ᾽ οὐκ ἐν τούτοις ἔμελλεν γενήσεσθαι τὸ πέρας τῆς πολιορκίας, ἔργον δέ τι πραχθὲν ἐκ συντυχίας παράλογον τῆς παραδόσεως τοῦ φρουρίου τὴν ἀνάγκην ἐπέστησε τοῖς Ἰουδαίοις. [196] ἦν ἐν τοῖς πολιορκουμένοις νεανίας τολμῆσαί τε θρασὺς καὶ κατὰ χεῖρα δραστήριος, Ἐλεάζαρος ὄνομα: [197] γεγόνει δὲ οὗτος ἐν ταῖς ἐκδρομαῖς ἐπιφανὴς τοὺς πολλοὺς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν καὶ κατὰ τὰς μάχας πολλὰ καὶ δεινὰ τοὺς Ῥωμαίους διατιθείς, τοῖς δὲ σὺν αὐτῷ τολμῶσιν ἐπεκτρέχειν ῥᾳδίαν μὲν τὴν προσβολὴν τιθέμενος, ἀκίνδυνον δὲ παρέχων τὴν ἀναχώρησιν τῷ τελευταῖος ἀπιέναι. [198] καὶ δή ποτε τῆς μάχης διακριθείσης καὶ γεγονυίας ἀμφοτέρων ἀναχωρήσεως αὐτὸς ἅτε δὴ περιφρονῶν καὶ νομίζων οὐκ ἂν ἔτι τῶν πολεμίων οὐδένα τότε μάχης ἄρξειν, μείνας τῶν πυλῶν ἔξω τοῖς ἐπὶ τοῦ τείχους διελάλει καὶ πᾶς πρὸς ἐκείνοις τὴν διάνοιαν ἦν. [199] ὁρᾷ δὲ τὸν καιρὸν τοῦ Ῥωμαϊκοῦ τις στρατοπέδου Ῥοῦφος, γένος Αἰγύπτιος, καὶ μηδενὸς ἂν προσδοκήσαντος ἐξαίφνης ἐπιδραμὼν σὺν αὐτοῖς ἀράμενος αὐτὸν τοῖς ὅπλοις, ἕως κατεῖχε τοὺς ἀπὸ τῶν τειχῶν ἰδόντας ἔκπληξις, φθάνει τὸν ἄνδρα μεταθεὶς πρὸς τὸ Ῥωμαίων στρατόπεδον. [200] τοῦ δὲ στρατηγοῦ κελεύσαντος γυμνὸν διαλαβεῖν αὐτὸν καὶ καταστήσαντας εἰς τὸ φανερώτατον τοῖς ἐκ τῆς πόλεως ἀποβλέπουσι μάστιξιν αἰκίζεσθαι, σφόδρα τοὺς Ἰουδαίους τὸ περὶ τὸν νεανίαν πάθος συνέχεεν, ἀθρόα τε πόλις ἀνῴμωξε, καὶ θρῆνος ἦν μείζων καθ᾽ ἑνὸς ἀνδρὸς συμφοράν. [201] τοῦτο συνιδὼν Βάσσος κατὰ τῶν πολεμίων ἀρχὴν ἐποιήσατο στρατηγήματος, καὶ βουληθεὶς αὐτῶν ἐπιτεῖναι τὸ περιαλγές, ἵνα βιασθῶσιν ἀντὶ τῆς σωτηρίας τἀνδρὸς ποιήσασθαι τοῦ φρουρίου παράδοσιν, τῆς ἐλπίδος οὐ διήμαρτεν. [202] μὲν γὰρ προσέταξε καταπηγνύναι σταυρὸν ὡς αὐτίκα κρεμῶν τὸν Ἐλεάζαρον, τοῖς δὲ ἀπὸ τοῦ φρουρίου τοῦτο θεασαμένοις ὀδύνη τε πλείων προσέπεσε, καὶ διωλύγιον ἀνῴμωζον οὐκ ἀνασχετὸν εἶναι τὸ πάθος βοῶντες. [203] ἐνταῦθα δὴ τοίνυν Ἐλεάζαρος ἱκέτευεν αὐτοὺς μήτε αὐτὸν περιιδεῖν ὑπομείναντα θανάτων τὸν οἴκτιστον καὶ σφίσιν αὐτοῖς τὴν σωτηρίαν παρασχεῖν τῇ Ῥωμαίων εἴξαντας ἰσχύι καὶ τύχῃ μετὰ πάντας ἤδη κεχειρωμένους. [204] οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου λόγους κατακλώμενοι καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἦν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, παρὰ τὴν αὐτῶν φύσιν εἰς οἶκτον ἐνέδωκαν: [205] καί τινας ἐξαποστείλαντες κατὰ τάχος διελέγοντο ποιεῖσθαι τὴν παράδοσιν τοῦ φρουρίου ἀξιοῦντες, ἵν᾽ ἀδεεῖς ἀπαλλάττωνται κομισάμενοι τὸν Ἐλεάζαρον. [206] δεξαμένων δὲ τῶν Ῥωμαίων καὶ τοῦ στρατηγοῦ ταῦτα, τὸ πλῆθος τῶν ἐν τῇ κάτω πόλει τὴν γεγενημένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι σύμβασιν αὐτοὶ κατὰ νύκτα λαθόντες ἔγνωσαν ἀποδρᾶναι. [207] τὰς πύλας δὲ αὐτῶν ἀνοιξάντων παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκεν μήνυσις, εἴτ᾽ οὖν τῆς σωτηρίας αὐτοῖς φθονησάντων εἴτε [καὶ] διὰ δέος, μὴ τὴν αἰτίαν αὐτοὶ λάβωσι τῆς ἐκείνων ἀποδράσεως. [208] οἱ μὲν οὖν ἀνδρειότατοι τῶν ἐξιόντων ἔφθασαν διεκπαίσασθαι καὶ διαφυγεῖν, τῶν δ᾽ ἔνδον καταλειφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ τοῖς χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. [209] τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας οἰόμενος δεῖν Βάσσος διαφυλάττειν αὐτούς τε ἀφίησιν καὶ τὸν Ἐλεάζαρον ἀπέδωκε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: