This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[451]
Κατύλλῳ δὲ τότε μὲν ὑπῆρξε διὰ τὴν πρᾳότητα τῶν αὐτοκρατόρων
μηδὲν πλεῖον ὑπομεῖναι καταγνώσεως, οὐκ εἰς μακρὰν δὲ
νόσῳ καταληφθεὶς πολυτρόπῳ καὶ δυσιάτῳ χαλεπῶς ἀπήλλαττεν,
οὐ τὸ σῶμα μόνον κολαζόμενος, ἀλλ᾽ ἦν ἡ τῆς ψυχῆς αὐτῷ νόσος
βαρυτέρα.
[452]
δείμασι γὰρ ἐξεταράττετο καὶ συνεχῶς ἐβόα βλέπειν
εἴδωλα τῶν ὑπ᾽ αὐτοῦ πεφονευμένων ἐφεστηκότα: καὶ κατέχειν
αὑτὸν οὐ δυνάμενος ἐξήλλετο τῆς εὐνῆς ὡς βασάνων αὐτῷ καὶ πυρὸς
προσφερομένων.
[453]
τοῦ δὲ κακοῦ πολλὴν ἀεὶ τὴν ἐπίδοσιν λαμβάνοντος
καὶ τῶν ἐντέρων αὐτῷ κατὰ διάβρωσιν ἐκπεσόντων, οὕτως
ἀπέθανεν, οὐδενὸς ἧττον ἑτέρου τῆς προνοίας τοῦ θεοῦ τεκμήριον
γενόμενος, ὅτι τοῖς πονηροῖς δίκην ἐπιτίθησιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.