previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[447]

Ὅπως δὲ μηδὲ ἀλλαχοῦ τινες τῶν Ἰουδαίων ἐλέγξωσιν αὐτοῦ τὴν ἀδικίαν, πορρωτέρω τὸ ψεῦδος ἐξέτεινε καὶ πείθει τὸν Ἰωνάθην καί τινας τῶν ἅμ᾽ ἐκείνῳ συνειλημμένων νεωτερισμοῦ κατηγορίαν ἐπιφέρειν τοῖς ἐν Ἀλεξανδρείᾳ τε καὶ Ῥώμῃ τῶν Ἰουδαίων δοκιμωτάτοις. [448] τούτων εἷς τῶν ἐξ ἐπιβουλῆς αἰτιαθέντων ἦν Ἰώσηπος ταῦτα συγγραψάμενος. [449] οὐ μὴν κατ᾽ ἐλπίδα τῷ Κατύλλῳ τὸ σκευώρημα προεχώρησεν: ἧκε μὲν γὰρ εἰς τὴν Ῥώμην τοὺς περὶ τὸν Ἰωνάθην ἄγων δεδεμένους καὶ πέρας ᾤετο τῆς ἐξετάσεως εἶναι τὴν ἐπ᾽ αὐτοῦ καὶ δι᾽ αὐτοῦ γενομένην ψευδολογίαν. [450] Οὐεσπασιανὸς δὲ τὸ πρᾶγμα ὑποπτεύσας ἀναζητεῖ τὴν ἀλήθειαν καὶ γνοὺς ἄδικον τὴν αἰτίαν τοῖς ἀνδράσιν ἐπενηνεγμένην τοὺς μὲν ἀφίησι τῶν ἐγκλημάτων Τίτου σπουδάσαντος, δίκην δ᾽ ἐπέθηκεν Ἰωνάθῃ τὴν προσήκουσαν: ζῶν γὰρ κατεκαύθη πρότερον αἰκισθείς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: