This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[443]
προθύμως δὲ τὰς διαβολὰς
ἐκεῖνος ἐξεδέχετο καὶ τῷ πράγματι πολὺν ὄγκον περιετίθει μεγάλα
προστραγῳδῶν, ἵνα δόξειε καὐτὸς Ἰουδαϊκόν τινα πόλεμον κατωρθωκέναι.
[444]
τὸ δὲ δὴ τούτου χαλεπώτερον, πρὸς γὰρ τῷ πιστεύειν
ῥᾳδίως ἔτι καὶ διδάσκαλος ἦν τῶν σικαρίων τῆς ψευδολογίας:
[445]
κελεύσας γοῦν αὐτὸν ὀνομάσαι τινὰ τῶν Ἰουδαίων Ἀλέξανδρον, ᾧ
πάλαι προσκεκρουκὼς φανερὸν ἐξενηνόχει τὸ μῖσος, τήν τε γυναῖκα
τὴν ἐκείνου [Βερενίκην ταῖς αἰτίαις] συνεμπλέξας, τούτους μὲν πρῶτον
ἀνεῖλεν, ἐπὶ δ᾽ αὐτοῖς ἅπαντας τοὺς εὐπορίᾳ χρημάτων διαφέροντας
ὁμοῦ τι χιλίους ἐφόνευσεν ἄνδρας:
[446]
καὶ ταῦτα πράττειν ἐνόμιζεν
ἀσφαλῶς, ὅτι τὰς οὐσίας αὐτῶν εἰς τὰς τοῦ Καίσαρος προσόδους
ἀνελάμβανεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.