This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[433]
Λοῦππος δ᾽ ὁ τῆς Ἀλεξανδρείας ἡγεμὼν τὰ παρὰ Καίσαρος
λαβὼν γράμματα καὶ παραγενόμενος εἰς τὸ ἱερὸν καί τινα τῶν
ἀναθημάτων ἐκφορήσας τὸν ναὸν ἀπέκλεισε.
[434]
Λούππου δὲ μετὰ
βραχὺ τελευτήσαντος Παυλῖνος διαδεξάμενος τὴν ἡγεμονίαν οὔτε
τῶν ἀναθημάτων οὐδὲν κατέλιπε, πολλὰ γὰρ διηπείλησε τοῖς ἱερεῦσιν
εἰ μὴ πάντα προκομίσειαν, οὔτε προσιέναι τῷ τεμένει τοὺς
θρησκεύειν βουλομένους ἐφῆκεν,
[435]
ἀλλ᾽ ἀποκλείσας τὰς πύλας ἀπρόσιτον
αὐτὸ παντελῶς ἐποίησεν, ὡς μηδ᾽ ἴχνος ἔτι τῆς εἰς τὸν θεὸν
θεραπείας ἐν τῷ τόπῳ καταλιπεῖν.
[436]
χρόνος ἦν εἰς τὴν ἀπόκλεισιν
τοῦ ναοῦ γεγονὼς ἀπὸ τῆς κατασκευῆς ἔτη τρία καὶ τεσσαράκοντα
καὶ τριακόσια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.