previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[316]

Ῥωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν, καιομένου δὲ αὐτοῦ τε τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν καὶ θέμενοι τῆς ἀνατολικῆς πύλης ἄντικρυς ἔθυσάν τε αὐταῖς αὐτόθι καὶ τὸν Τίτον μετὰ μεγίστων εὐφημιῶν ἀπέφηναν αὐτοκράτορα. [317] ταῖς δὲ ἁρπαγαῖς οὕτως ἐνεπλήσθησαν οἱ στρατιῶται πάντες, ὥστε κατὰ τὴν Συρίαν πρὸς ἥμισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι. [318] τῶν δ᾽ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ ἱερέων διακαρτερούντων παῖς διψήσας ἱκέτευε τοὺς φύλακας τῶν Ῥωμαίων δοῦναι δεξιὰν αὐτῷ καὶ τὸ δίψος ἐξωμολογεῖτο. [319] τῶν δὲ τῆς ἡλικίας καὶ τῆς ἀνάγκης οἶκτον λαβόντων καὶ δόντων δεξιὰς καταβὰς αὐτός τε πίνει καὶ φέρων ἧκεν ἀγγεῖον πλήσας ὕδατος ᾤχετο φεύγων ἄνω πρὸς τοὺς σφετέρους. [320] τῶν δὲ φυλάκων καταλαβεῖν μὲν οὐδεὶς ἴσχυσε, πρὸς δὲ τὴν ἀπιστίαν ἐβλασφήμουν. κἀκεῖνος οὐδὲν ἔφη παραβεβηκέναι τῶν συνθηκῶν: λαβεῖν γὰρ δεξιὰν οὐ τοῦ μένειν παρ᾽ αὐτοῖς ἀλλὰ τοῦ καταβῆναι μόνον καὶ λαβεῖν ὕδωρ, ἅπερ ἀμφότερα πεποιηκὼς πιστὸς ἔδοξεν εἶναι. [321] τὸ μὲν δὴ πανούργημα διὰ τὴν ἡλικίαν μάλιστα τοῦ παιδὸς ἀπεθαύμαζον οἱ πλανηθέντες: πέμπτῃ δ᾽ ἡμέρᾳ λιμώττοντες οἱ ἱερεῖς καταβαίνουσι καὶ πρὸς Τίτον ἀναχθέντες ὑπὸ τῶν φυλάκων ἱκέτευον τυχεῖν σωτηρίας. [322] δὲ τὸν μὲν τῆς συγγνώμης καιρὸν αὐτοῖς παρῳχηκέναι φήσας, οἴχεσθαι δὲ δι᾽ ὃν εὐλόγως ἂν αὐτοὺς ἔσωζε, πρέπειν δὲ τοῖς ἱερεῦσι τῷ ναῷ συναπολέσθαι, κελεύει κολάσαι τοὺς ἄνδρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: