previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[254]

Δραμὼν δέ τις ἀγγέλλει Τίτῳ: κἀκεῖνος, ἔτυχεν δὲ κατὰ σκηνὴν ἀναπαυόμενος ἐκ τῆς μάχης, ὡς εἶχεν ἀναπηδήσας ἔθει πρὸς τὸν ναὸν εἴρξων τὸ πῦρ. [255] κατόπιν δὲ οἵ τε ἡγεμόνες εἵποντο πάντες, καὶ πτοηθέντα τούτοις ἠκολούθει τὰ τάγματα: βοὴ δὲ ἦν καὶ θόρυβος ἅτε τηλικαύτης δυνάμεως ἀτάκτως κεκινημένης. [256] μὲν οὖν Καῖσαρ τῇ τε φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν, οὔτε δὲ βοῶντος ἤκουον μείζονι κραυγῇ τὰς ἀκοὰς προκατειλημμένοι καὶ τοῖς νεύμασι τῆς χειρὸς οὐ προσεῖχον, οἱ μὲν τῷ πολεμεῖν, οἱ δὲ ὀργῇ περισπώμενοι. [257] τῶν δὲ ταγμάτων εἰσθεόντων οὔτε παραίνεσις οὔτ᾽ ἀπειλὴ κατεῖχεν τὰς ὁρμάς, ἀλλ᾽ θυμὸς ἁπάντων ἐστρατήγει: καὶ περὶ τὰς εἰσόδους συνωθούμενοι πολλοὶ μὲν ὑπ᾽ ἀλλήλων κατεπατοῦντο, πολλοὶ δὲ θερμοῖς ἔτι καὶ τυφομένοις τοῖς ἐρειπίοις τῶν στοῶν ἐμπίπτοντες ἡττωμένων συμφοραῖς ἐχρῶντο. [258] πλησίον δὲ τοῦ ναοῦ γινόμενοι τῶν μὲν τοῦ Καίσαρος παραγγελμάτων προσεποιοῦντο μηδὲ κατακούειν, τοῖς πρὸ αὐτῶν δὲ τὸ πῦρ ἐνιέναι παρεκελεύοντο. [259] τῶν δὲ στασιαστῶν ἀμηχανία μὲν ἦν ἤδη τοῦ βοηθεῖν, φόνος δὲ πανταχοῦ καὶ τροπή. τὸ δὲ πλέον ἀπὸ τοῦ δήμου λαὸς ἀσθενὴς καὶ ἄνοπλος ὅπου καταληφθείη τις ἀπεσφάττετο, καὶ περὶ μὲν τὸν βωμὸν πλῆθος ἐσωρεύετο νεκρῶν, κατὰ δὲ τῶν τοῦ ναοῦ βάθρων αἷμά τ᾽ ἔρρει πολὺ καὶ τὰ τῶν ἄνω φονευομένων σώματα κατωλίσθανε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: