previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[111]

Ταῦτα λέγων Ἰώσηπος μετ᾽ ὀδυρμοῦ καὶ δακρύων λυγμῷ τὴν φωνὴν ἐνεκόπη. [112] καὶ Ῥωμαῖοι μὲν ᾤκτειράν τε τοῦ πάθους καὶ τῆς προαιρέσεως αὐτὸν ἐθαύμασαν, οἱ δὲ περὶ τὸν Ἰωάννην παρωξύνοντο μᾶλλον ἐπὶ τοὺς Ῥωμαίους ἐπιθυμοῦντες ἐγκρατεῖς γενέσθαι κἀκείνου. [113] τῶν γε μὴν εὐγενῶν πολλοὺς ἐκίνησεν λόγος, καὶ τινὲς μὲν ὀρρωδοῦντες τὰς φυλακὰς τῶν στασιαστῶν κατὰ χώραν ἔμενον, ἀπώλειαν μέντοι σφῶν τε αὐτῶν καὶ τῆς πόλεως κατεγνώκεσαν, εἰσὶ δὲ οἳ καιροφυλακήσαντες ἄδειαν ἀναχωρήσεως πρὸς τοὺς Ῥωμαίους κατέφυγον. [114] ὧν ἦσαν ἀρχιερεῖς μὲν Ἰώσηπός τε καὶ Ἰησοῦς, υἱοὶ δὲ ἀρχιερέων τρεῖς μὲν Ἰσμαήλου τοῦ καρατομηθέντος ἐν Κυρήνῃ, καὶ τέσσαρες Ματθίου καὶ εἷς ἑτέρου Ματθίου, διαδρὰς μετὰ τὴν τοῦ πατρὸς ἀπώλειαν, ὃν τοῦ Γιώρα Σίμων ἀπέκτεινεν σὺν τρισὶν υἱοῖς, ὡς προείρηται. πολλοὶ δὲ καὶ τῶν ἄλλων εὐγενῶν τοῖς ἀρχιερεῦσι συμμετεβάλοντο. [115] Καῖσαρ δὲ αὐτοὺς τά τε ἄλλα φιλοφρόνως ἐδέξατο καὶ γινώσκων ἀλλοφύλοις ἤθεσιν ἀηδῆ τὴν διατριβὴν ἕξειν ἀπέπεμψεν αὐτοὺς εἰς Γόφναν, τέως ἐκεῖ παραινῶν μένειν: ἀποδώσειν γὰρ ἑκάστῳ τὰς κτήσεις κατὰ σχολὴν ἀπὸ τοῦ πολέμου γενόμενος. [116] οἱ μὲν οὖν εἰς τὸ δοθὲν πολίχνιον μετὰ πάσης ἀσφαλείας ἀνεχώρουν ἄσμενοι: μὴ φαινομένων δὲ αὐτῶν διεφήμισαν οἱ στασιασταὶ πάλιν ὡς ἀποσφαγεῖεν ὑπὸ Ῥωμαίων οἱ αὐτόμολοι, δηλονότι τοὺς λοιποὺς ἀποτρέποντες τῷ φόβῳ διαδιδράσκειν. [117] ἤνυστο δ᾽ ὡς καὶ πρότερον αὐτοῖς τὸ πανοῦργον πρὸς καιρόν: ἐπεσχέθησαν γὰρ ὑπὸ τοῦ δέους αὐτομολεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: