previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[169]

Τῶν Ἰουδαίων δέ τις κατὰ ταύτας τὰς ἡμέρας ἀνὴρ τό τε σῶμα βραχὺς καὶ τὴν ὄψιν εὐκαταφρόνητος γένους θ᾽ ἕνεκα καὶ τῶν ἄλλων ἄσημος, Ἰωνάθης ἐκαλεῖτο, προελθὼν κατὰ τὸ τοῦ ἀρχιερέως Ἰωάννου μνημεῖον ἄλλα τε πολλὰ πρὸς τοὺς Ῥωμαίους ὑπερηφάνως ἐφθέγγετο καὶ τὸν ἄριστον αὐτῶν εἰς μονομαχίαν προυκαλεῖτο. [170] τῶν δὲ ταύτῃ παρατεταγμένων οἱ πολλοὶ μὲν ὑπερηφάνουν, ἦσαν δ᾽ οἳ κατὰ τὸ εἰκὸς ἐδεδοίκεσαν, ἥπτετό γε μὴν τινῶν καὶ λογισμὸς οὐκ ἀσύνετος θανατῶντι μὴ συμπλέκεσθαι: [171] τοὺς γὰρ ἀπεγνωκότας τὴν σωτηρίαν ἅμα καὶ τὰς ὁρμὰς ἀταμιεύτους ἔχειν καὶ τὸ θεῖον εὐδυσώπητον, τό τε παραβάλλεσθαι πρὸς οὓς καὶ τὸ νικᾶν οὐ μέγα καὶ μετ᾽ αἰσχύνης τὸ λειφθῆναι σφαλερόν, οὐκ ἀνδρείας ἀλλὰ θρασύτητος εἶναι. [172] μηδενὸς δ᾽ ἐπὶ πολὺ προϊόντος καὶ τοῦ Ἰουδαίου πολλὰ κατακερτομοῦντος αὐτοὺς εἰς δειλίαν, ἀλαζὼν γάρ τις ἦν αὑτῷ σφόδρα καὶ τῶν Ῥωμαίων ὑπερήφανος, Πούδης τις ὄνομα τῶν ἐξ ἴλης ἱππέων βδελυξάμενος αὐτοῦ τά τε ῥήματα καὶ τὸ αὔθαδες, [173] εἰκὸς δὲ καὶ πρὸς τὴν βραχύτητα τοῦ σώματος αὐτὸν ἀσκέπτως ἐπαρθῆναι, προπηδᾷ, καὶ τὰ μὲν ἄλλα περιῆν συμβαλών, προεδόθη δὲ ὑπὸ τῆς τύχης: πεσόντα γὰρ αὐτὸν Ἰωνάθης ἀποσφάττει προσδραμών. [174] ἔπειτα ἐπιβὰς τῷ νεκρῷ τό τε ξίφος ᾑμαγμένον ἀνέσειε καὶ τῇ λαιᾷ τὸν θυρεὸν ἐπηλάλαξέ τε τῇ στρατιᾷ πολλὰ καὶ πρὸς τὸν πεσόντα κομπάζων καὶ τοὺς ὁρῶντας Ῥωμαίους ἐπισκώπτων, [175] ἕως αὐτὸν ἀνασκιρτῶντα καὶ ματαΐζοντα Πρῖσκός τις ἑκατοντάρχης τοξεύσας διήλασε βέλει: πρὸς τῶν τε Ἰουδαίων καὶ τῶν Ῥωμαίων κραυγὴ συνεξήρθη διάφορος. [176] δὲ δινηθεὶς ἐκ τῶν ἀλγηδόνων ἐπὶ τὸ σῶμα τοῦ πολεμίου κατέπεσεν, ὠκυτάτην ἀποφήνας ἐν πολέμῳ τὴν ἐπὶ τῷ ἀλόγως εὐτυχοῦντι νέμεσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: