previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[93]

Τίτος δὲ τοῖς μὲν σὺν αὐτῷ στρατιώταις κατασκάπτειν προσέταξε τοὺς θεμελίους τῆς Ἀντωνίας καὶ τῇ δυνάμει πάσῃ ῥᾳδίαν τὴν ἄνοδον εὐτρεπίζειν, [94] αὐτὸς δὲ τὸν Ἰώσηπον παραστησάμενος: ἐπέπυστο γὰρ ἐπ᾽ ἐκείνης τῆς ἡμέρας, Πανέμου δ᾽ ἦν ἑπτακαιδεκάτη, τὸν ἐνδελεχισμὸν καλούμενον ἀνδρῶν ἀπορίᾳ διαλελοιπέναι τῷ θεῷ καὶ τὸν δῆμον ἐπὶ τούτῳ δεινῶς ἀθυμεῖν: [95] λέγειν τῷ Ἰωάννῃ πάλιν ἐκέλευσεν καὶ πρότερον, ὡς εἰ καί τις αὐτὸν ἔρως κακὸς ἔχοι τοῦ μάχεσθαι, προελθόντι μεθ᾽ ὅσων βούλεται πολεμεῖν ἐξείη δίχα τοῦ συναπολέσθαι τήν τε πόλιν καὶ τὸν ναὸν αὐτῷ, μηκέτι μέντοι μιαίνειν τὸ ἅγιον μηδὲ εἰς τὸν θεὸν πλημμελεῖν, παρεῖναι δ᾽ αὐτῷ τὰς ἐπιλελοιπυίας θυσίας ἐκτελεῖν δι᾽ ὧν ἂν ἐπιλέξηται Ἰουδαίων. [96] καὶ Ἰώσηπος, ὡς ἂν εἴη μὴ τῷ Ἰωάννῃ μόνον ἀλλὰ καὶ τοῖς πολλοῖς ἐν ἐπηκόῳ, τά τε τοῦ Καίσαρος διήγγελλεν ἑβραΐζων, [97] καὶ πολλὰ προσηντιβόλει φείσασθαι τῆς πατρίδος καὶ διασκεδάσαι τοῦ ναοῦ γευόμενον ἤδη τὸ πῦρ, τούς τ᾽ ἐναγισμοὺς ἀποδοῦναι τῷ θεῷ. [98] πρὸς ταῦτα τοῦ δήμου μὲν ἦν κατήφεια καὶ σιγή, πολλὰ δ᾽ τύραννος λοιδορηθείς τε τῷ Ἰωσήπῳ καὶ καταρασάμενος τὸ τελευταῖον προσέθηκεν, ὡς οὐκ ἄν ποτε δείσειεν ἅλωσιν: θεοῦ γὰρ ὑπάρχειν τὴν πόλιν. [99] καὶ Ἰώσηπος πρὸς ταῦτα ἀνέκραγενπάνυ γοῦν καθαρὰν τῷ θεῷ τετήρηκας αὐτήν, ἀμίαντον δὲ μένει τὸ ἅγιον, εἰς ὅν τ᾽ ἐλπίζεις σύμμαχον οὐδὲν ἠσέβησας, τὰς δ᾽ ἐθίμους θυσίας ἀπολαμβάνει. [100] κἂν μὲν σοῦ τις ἀφέλῃ τὴν καθ᾽ ἡμέραν τροφήν, ἀσεβέστατε, τοῦτον ἥγησαι πολέμιον, αὐτὸν δ᾽ ὃν τῆς αἰωνίου θρησκείας ἐστέρησας θεὸν ἐλπίζεις σύμμαχον ἔχειν ἐν τῷ πολέμῳ; [101] καὶ Ῥωμαίοις τὰς ἁμαρτίας ἀνατίθης, οἳ μέχρι νῦν κήδονται τῶν ἡμετέρων νόμων καὶ τὰς ὑπὸ σοῦ διακοπείσας θυσίας ἀποδίδοσθαι τῷ θεῷ βιάζονται; [102] τίς οὐκ ἂν στενάξειε καὶ κατολοφύραιτο τῆς παραδόξου μεταβολῆς τὴν πόλιν, εἴ γε ἀλλόφυλοι μὲν καὶ πολέμιοι τὴν σὴν ἀσέβειαν ἐπανορθοῦνται, σὺ δ᾽ Ἰουδαῖος, τοῖς νόμοις ἐντραφείς, κἀκείνων πρὸς αὐτοὺς γίνῃ χαλεπώτερος; [103] ἀλλά τοι, Ἰωάννη, καὶ μετανοῆσαι μὲν ἐκ κακῶν οὐκ αἰσχρὸν ἐν ἐσχάτοις καὶ καλὸν ὑπόδειγμα βουλομένῳ σώζειν τὴν πατρίδα σοι πρόκειται βασιλεὺς Ἰουδαίων Ἰεχονίας, [104] ὅς ποτε στρατεύσαντι τῷ Βαβυλωνίῳ δι᾽ αὐτὸν ἑκὼν ἐξέστη πρὶν ἁλῶναι τῆς πόλεως καὶ μετὰ γενεᾶς αἰχμαλωσίαν ὑπέμεινεν ἐθελούσιον ὑπὲρ τοῦ μὴ παραδοῦναι ταῦτα πολεμίοις τὰ ἅγια καὶ τὸν οἶκον τοῦ θεοῦ περιιδεῖν φλεγόμενον. [105] διὰ τοῦτο λόγος τε αὐτὸν πρὸς ἁπάντων Ἰουδαίων ἱερὸς ὑμνεῖ καὶ μνήμη ῥέουσα δι᾽ αἰῶνος ἀεὶ νέα τοῖς ἐπιγινομένοις παραδίδωσιν ἀθάνατον. [106] καλόν, Ἰωάννη, ὑπόδειγμα, κἂν προσῇ κίνδυνος: ἐγὼ δέ σοι καὶ τὴν ἀπὸ Ῥωμαίων συγγνώμην ἐγγυῶμαι. [107] μέμνησο δ᾽ ὡς ὁμόφυλος ὢν παραινῶ καὶ Ἰουδαῖος ὢν ἐπαγγέλλομαι, καὶ χρὴ σκοπεῖν τίς συμβουλεύων καὶ πόθεν. μὴ γὰρ ἔγωγέ ποτε γενοίμην ζῶν οὕτως αἰχμάλωτος, ἵνα παύσωμαι τοῦ γένους τῶν πατρίων ἐπιλάθωμαι. [108] πάλιν ἀγανακτεῖς καὶ κέκραγάς μοι λοιδορούμενος, ἀξίῳ γε καὶ χαλεπωτέρων, ὃς ἀντικρὺς εἱμαρμένης τι παραινῶ καὶ τοὺς ὑπὸ τοῦ θεοῦ βιάζομαι κατακρίτους σώζειν. [109] τίς οὐκ οἶδεν τὰς τῶν παλαιῶν προφητῶν ἀναγραφὰς καὶ τὸν ἐπιρρέποντα τῇ τλήμονι πόλει χρησμὸν ἤδη ἐνεστῶτα; τότε γὰρ ἅλωσιν αὐτῆς προεῖπον, ὅταν ὁμοφύλου τις ἄρξῃ φόνου. [110] τῶν ὑμετέρων δὲ πτωμάτων οὐχ πόλις καὶ τὸ ἱερὸν δὲ πᾶν πεπλήρωται; θεὸς ἄρα, θεὸς αὐτὸς ἐπάγει μετὰ Ῥωμαίων κάθαρσιν αὐτῷ πῦρ καὶ τὴν τοσούτων μιασμάτων γέμουσαν πόλιν ἀναρπάζει.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: