previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[375]

Ταῦτα τὸν Ἰώσηπον παραινοῦντα πολλοὶ μὲν ἔσκωπτον ἀπὸ τοῦ τείχους, πολλοὶ δ᾽ ἐβλασφήμουν, ἔνιοι δ᾽ ἔβαλλον. δ᾽ ὡς ταῖς φανεραῖς οὐκ ἔπειθε συμβουλίαις, ἐπὶ τὰς ὁμοφύλους μετέβαινεν ἱστορίας δειλοί, [376] βοῶν, καὶ τῶν ἰδίων ἀμνήμονες συμμάχων, ὅπλοις καὶ χερσὶ πολεμεῖτε Ῥωμαίοις; τίνα γὰρ ἄλλον οὕτως ἐνικήσαμεν; [377] πότε δ᾽ οὐ θεὸς κτίσας ἂν ἀδικῶνται Ἰουδαίων ἔκδικος; οὐκ ἐπιστραφέντες ὄψεσθε πόθεν ὁρμώμενοι μάχεσθε καὶ πηλίκον ἐμιάνατε σύμμαχον; οὐκ ἀναμνήσεσθε πατέρων ἔργα δαιμόνια, καὶ τὸν ἅγιον τόνδε χῶρον ἡλίκους ἡμῖν πάλαι πολέμους καθεῖλεν; [378] ἐγὼ μὲν φρίττω τὰ ἔργα τοῦ θεοῦ λέγων εἰς ἀναξίους ἀκοάς: ἀκούετε δ᾽ ὅμως, ἵνα γνῶτε μὴ μόνον Ῥωμαίοις πολεμοῦντες ἀλλὰ καὶ τῷ θεῷ. [379] βασιλεὺς τότε Νεχαὼς Αἰγυπτίων, δ᾽ αὐτὸς ἐκαλεῖτο καὶ Φαραώ, μυρίᾳ χειρὶ καταβὰς ἥρπασε Σάρραν βασιλίδα, τὴν μητέρα τοῦ γένους ἡμῶν. [380] τί οὖν ταύτης ἀνὴρ Ἁβραάμ, προπάτωρ δὲ ἡμέτερος; ἆρα τὸν ὑβριστὴν ἠμύνατο τοῖς ὅπλοις, καίτοι ὀκτωκαίδεκα μὲν καὶ τριακοσίους ὑπάρχους ἔχων, δύναμιν δὲ ἐφ᾽ ἑκάστῳ τούτων ἄπειρον; αὐτοὺς μὲν ἐρημίαν ἡγήσατο μὴ συμπαρόντος θεοῦ, καθαρὰς δ᾽ ἀνατείνας τὰς χεῖρας εἰς ὃν νῦν ἐμιάνατε χῶρον ὑμεῖς τὸν ἀνίκητον αὐτῷ βοηθὸν ἐστρατολόγησεν; [381] οὐ μετὰ μίαν ἑσπέραν ἄχραντος μὲν βασίλισσα ἀνεπέμφθη πρὸς τὸν ἄνδρα, προσκυνῶν δὲ τὸν ὑφ᾽ ὑμῶν αἱμαχθέντα χῶρον ὁμοφύλῳ φόνῳ καὶ τρέμων ἀπὸ τῶν ἐν νυκτὶ φαντασμάτων ἔφευγεν Αἰγύπτιος, ἀργύρῳ δὲ καὶ χρυσῷ τοὺς θεοφιλεῖς Ἑβραίους ἐδωρεῖτο; [382] εἴπω τὴν εἰς Αἴγυπτον μετοικίαν τῶν πατέρων; οὐ τυραννούμενοι καὶ βασιλεῦσιν ἀλλοφύλοις ὑποπεπτωκότες τετρακοσίοις ἔτεσι παρὸν ὅπλοις ἀμύνεσθαι καὶ χερσὶ σφᾶς αὐτοὺς ἐπέτρεψαν τῷ θεῷ; [383] τίς οὐκ οἶδεν τὴν παντὸς θηρίου καταπλησθεῖσαν Αἴγυπτον καὶ πάσῃ φθαρεῖσαν νόσῳ, τὴν ἄκαρπον [γῆν], τὸν ἐπιλείποντα Νεῖλον, τὰς ἐπαλλήλους δέκα πληγάς, τοὺς διὰ ταῦτα μετὰ φρουρᾶς προπεμπομένους πατέρας ἡμῶν ἀναιμάκτους ἀκινδύνους, οὓς θεὸς αὑτῷ νεωκόρους ἦγεν; [384] ἀλλὰ τὴν ὑπὸ Σύρων ἁρπαγεῖσαν ἁγίαν ἡμῖν λάρνακα οὐκ ἐστέναξε μὲν Παλαιστίνη καὶ Δαγὼν τὸ ξόανον, ἐστέναξε δὲ πᾶν τὸ τῶν ἁρπασαμένων ἔθνος, [385] σηπόμενοι δὲ τὰ κρυπτὰ τοῦ σώματος καὶ δι᾽ αὐτῶν τὰ σπλάγχνα μετὰ τῶν σιτίων καταφέροντες, χερσὶ ταῖς λῃσαμέναις ἀνεκόμισαν κυμβάλων καὶ τυμπάνων ἤχῳ καὶ πᾶσι μειλικτηρίοις ἱλασκόμενοι τὸ ἅγιον; [386] θεὸς ἦν ταῦτα πατράσιν ἡμετέροις στρατηγῶν, ὅτι τὰς χεῖρας καὶ τὰ ὅπλα παρέντες αὐτῷ κρῖναι τὸ ἔργον ἐπέτρεψαν. [387] βασιλεὺς Ἀσσυρίων Σενναχηρεὶμ ὅτε πᾶσαν τὴν Ἀσίαν ἐπισυρόμενος τήνδε περιεστρατοπεδεύσατο τὴν πόλιν, ἆρα χερσὶν ἀνθρωπίναις ἔπεσεν; [388] οὐχ αἱ μὲν ἀπὸ τῶν ὅπλων ἠρεμοῦσαι ἐν προσευχαῖς ἦσαν, ἄγγελος δὲ τοῦ θεοῦ μιᾷ νυκτὶ τὴν ἄπειρον στρατιὰν ἐλυμήνατο, καὶ μεθ᾽ ἡμέραν ἀναστὰς Ἀσσύριος ὀκτωκαίδεκα μυριάδας ἐπὶ πεντακισχιλίοις νεκρῶν εὗρε, μετὰ δὲ τῶν καταλειπομένων ἀνόπλους καὶ μὴ διώκοντας Ἑβραίους ἔφυγεν; [389] ἴστε καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν, ἔνθα μετανάστης λαὸς ὢν ἔτεσιν ἑβδομήκοντα οὐ πρότερον εἰς ἐλευθερίαν ἀνεχαίτισεν Κῦρον τοῦτο χαρίσασθαι τῷ θεῷ: προυπέμφθησαν γοῦν ὑπ᾽ αὐτοῦ, καὶ πάλιν τὸν αὑτῶν σύμμαχον ἐνεωκόρουν. [390] καθόλου δ᾽ εἰπεῖν, οὐκ ἔστιν τι κατώρθωσαν οἱ πατέρες ἡμῶν τοῖς ὅπλοις δίχα τούτων διήμαρτον ἐπιτρέψαντες τῷ θεῷ: μένοντες μέν γε κατὰ χώραν ἐνίκων ὡς ἐδόκει τῷ κριτῇ, μαχόμενοι δὲ ἔπταισαν ἀεί. [391] τοῦτο μέν, ἡνίκα βασιλεὺς Βαβυλωνίων ἐπολιόρκει ταύτην τὴν πόλιν, συμβαλὼν Σεδεκίας ἡμέτερος βασιλεὺς παρὰ τὰς Ἱερεμίου προφητείας αὐτός τε ἑάλω καὶ τὸ ἄστυ μετὰ τοῦ ναοῦ κατασκαπτόμενον εἶδε: καίτοι πόσῳ μετριώτερος μὲν βασιλεὺς ἐκεῖνος τῶν ὑμετέρων ἡγεμόνων ἦν, δ᾽ ὑπ᾽ αὐτῷ λαὸς ὑμῶν. [392] βοῶντα γοῦν τὸν Ἱερεμίαν, ὡς ἀπέχθοιντο μὲν τῷ θεῷ διὰ τὰς εἰς αὐτὸν πλημμελείας, ἁλώσοιντο δ᾽ εἰ μὴ παραδοῖεν τὴν πόλιν, οὔθ᾽ βασιλεὺς οὔθ᾽ δῆμος ἀνεῖλεν. [393] ἀλλ᾽ ὑμεῖς, ἵν᾽ ἐάσω τἄνδον, οὐ γὰρ ἂν ἑρμηνεῦσαι δυναίμην τὰς παρανομίας ὑμῶν ἀξίως, ἐμὲ τὸν παρακαλοῦντα πρὸς σωτηρίαν ὑμᾶς βλασφημεῖτε καὶ βάλλετε, παροξυνόμενοι πρὸς τὰς ὑπομνήσεις τῶν ἁμαρτημάτων καὶ μηδὲ τοὺς λόγους φέροντες ὧν τἆργα δρᾶτε καθ᾽ ἡμέραν. [394] τοῦτο δ᾽, ἡνίκα Ἀντιόχου τοῦ κληθέντος Ἐπιφανοῦς προσκαθεζομένου τῇ πόλει πολλὰ πρὸς τὸ θεῖον ἐξυβρικότος, οἱ πρόγονοι μετὰ τῶν ὅπλων προῆλθον, αὐτοὶ μὲν ἀπεσφάγησαν ἐν τῇ μάχῃ, διηρπάγη δὲ τὸ ἄστυ τοῖς πολεμίοις, ἠρημώθη δ᾽ ἔτη τρία καὶ μῆνας ἓξ τὸ ἅγιον. καὶ τί δεῖ τἆλλα λέγειν; [395] ἀλλὰ Ῥωμαίους τίς ἐστρατολόγησε κατὰ τοῦ ἔθνους; οὐχ τῶν ἐπιχωρίων ἀσέβεια; πόθεν δ᾽ ἠρξάμεθα δουλείας; [396] ἆρ᾽ οὐχὶ ἐκ στάσεως τῶν προγόνων, ὅτε Ἀριστοβούλου καὶ Ὑρκανοῦ μανία καὶ πρὸς ἀλλήλους ἔρις Πομπήιον ἐπήγαγεν τῇ πόλει καὶ Ῥωμαίοις ὑπέταξεν θεὸς τοὺς οὐκ ἀξίους ἐλευθερίας; [397] τρισὶ γοῦν μησὶ πολιορκηθέντες ἑαυτοὺς παρέδοσαν, οὔθ᾽ ἁμαρτόντες εἰς τὰ ἅγια καὶ τοὺς νόμους ἡλίκα ὑμεῖς καὶ πολὺ μείζοσιν ἀφορμαῖς πρὸς τὸν πόλεμον χρώμενοι. [398] τὸ δ᾽ Ἀντιγόνου τέλος τοῦ Ἀριστοβούλου παιδὸς οὐκ ἴσμεν, οὗ βασιλεύοντος θεὸς ἁλώσει πάλιν τὸν λαὸν ἤλαυνε πλημμελοῦντα, καὶ Ἡρώδης μὲν Ἀντιπάτρου Σόσσιον, Σόσσιος δὲ Ῥωμαίων στρατιὰν ἤγαγεν, περισχεθέντες δ᾽ ἐπὶ μῆνας ἓξ ἐπολιορκοῦντο, μέχρι δίκας τῶν ἁμαρτιῶν δόντες ἑάλωσαν καὶ διηρπάγη τοῖς πολεμίοις πόλις; [399] οὕτως οὐδέποτε τῷ ἔθνει τὰ ὅπλα δέδοται, τῷ δὲ πολεμεῖσθαι καὶ τὸ ἁλώσεσθαι πάντως πρόσεστι. [400] δεῖ γάρ, οἶμαι, τοὺς χωρίον ἅγιον νεμομένους ἐπιτρέπειν πάντα τῷ θεῷ δικάζειν καὶ καταφρονεῖν τότε χειρὸς ἀνθρωπίνης, ὅταν αὐτοὶ πείθωσι τὸν ἄνω δικαστήν. [401] ὑμῖν δὲ τί τῶν εὐλογηθέντων ὑπὸ τοῦ νομοθέτου πέπρακται; τί δὲ τῶν ὑπ᾽ ἐκείνου κατηραμένων παραλέλειπται; πόσῳ δ᾽ ἐστὲ τῶν τάχιον ἁλόντων ἀσεβέστεροι; [402] οὐ τὰ κρυπτὰ μὲν τῶν ἁμαρτημάτων ἠδοξήκατε, κλοπὰς λέγω καὶ ἐνέδρας καὶ μοιχείας, ἁρπαγαῖς δ᾽ ἐρίζετε καὶ φόνοις καὶ ξένας καινοτομεῖτε κακίας ὁδούς, ἐκδοχεῖον δὲ πάντων τὸ ἱερὸν γέγονεν καὶ χερσὶν ἐμφυλίοις θεῖος μεμίανται χῶρος, ὃν καὶ Ῥωμαῖοι πόρρωθεν προσεκύνουν, πολλὰ τῶν ἰδίων ἐθῶν εἰς τὸν ὑμέτερον παραλύοντες νόμον. [403] εἶτ᾽ ἐπὶ τούτοις τὸν ἀσεβηθέντα σύμμαχον προσδοκᾶτε; πάνυ γοῦν ἐστὲ δίκαιοι ἱκέται καὶ χερσὶ καθαραῖς τὸν βοηθὸν ὑμῶν παρακαλεῖτε. [404] τοιαύταις βασιλεὺς ἡμῶν ἱκέτευσεν ἐπὶ τὸν Ἀσσύριον, ὅτε τὸν μέγαν ἐκεῖνον στρατὸν μιᾷ νυκτὶ κατέστρωσεν θεός; ὅμοια δὲ τῷ Ἀσσυρίῳ Ῥωμαῖοι δρῶσιν, ἵνα καὶ ἄμυναν ὑμεῖς ὁμοίαν ἐλπίσητε; [405] οὐχ μὲν χρήματα παρὰ τοῦ βασιλέως ἡμῶν λαβὼν ἐφ᾽ μὴ πορθήσει τὴν πόλιν κατέβη παρὰ τοὺς ὅρκους ἐμπρῆσαι τὸν ναόν, Ῥωμαῖοι δὲ τὸν συνήθη δασμὸν αἰτοῦσιν, ὃν οἱ πατέρες ἡμῶν τοῖς ἐκείνων πατράσι παρέσχον; [406] καὶ τούτου τυχόντες οὔτε πορθοῦσι τὴν πόλιν οὔτε ψαύουσι τῶν ἁγίων, διδόασι δὲ ὑμῖν τὰ ἄλλα, γενεάς τ᾽ ἐλευθέρας καὶ κτήσεις τὰς ἑαυτῶν νέμεσθαι καὶ τοὺς ἱεροὺς νόμους σώζουσι. [407] μανία δὴ τὸν θεὸν προσδοκᾶν ἐπὶ δικαίοις οἷος ἐπ᾽ ἀδίκοις ἐφάνη. καὶ παραχρῆμα δὲ ἀμύνειν οἶδεν ὅταν δέῃ: τοὺς γοῦν Ἀσσυρίους κατὰ νύκτα τὴν πρώτην παραστρατοπεδευσαμένους ἔκλασεν: [408] ὥστ᾽ εἰ καὶ τὴν ἡμετέραν γενεὰν ἐλευθερίας Ῥωμαίους κολάσεως ἀξίους ἔκρινε, κἂν παραχρῆμα καθάπερ τοῖς Ἀσσυρίοις ἐνέσκηψεν, ὅτε τοῦ ἔθνους ἥπτετο Πομπήιος, ὅτε μετ᾽ αὐτὸν ἀνῄει Σόσσιος, ὅτε Οὐεσπασιανὸς ἐπόρθει τὴν Γαλιλαίαν, τὰ τελευταῖα νῦν, ὅτε ἤγγιζε Τίτος τῇ πόλει. [409] καίτοι Μάγνος μὲν καὶ Σόσσιος πρὸς τῷ μηδὲν παθεῖν καὶ ἀνὰ κράτος ἔλαβον τὴν πόλιν, Οὐεσπασιανὸς δ᾽ ἐκ τοῦ πρὸς ἡμᾶς πολέμου καὶ βασιλείας ἤρξατο: Τίτῳ μὲν γὰρ καὶ πηγαὶ πλουσιώτεραι ῥέουσιν αἱ ξηρανθεῖσαι πρότερον ὑμῖν: [410] πρὸ γοῦν τῆς αὐτοῦ παρουσίας τήν τε Σιλωὰν ἐπιλείπουσαν ἴστε καὶ τὰς πρὸ τοῦ ἄστεος ἁπάσας, ὥστε πρὸς ἀμφορέας ὠνεῖσθαι τὸ ὕδωρ: τὸ δὲ νῦν οὕτως πληθύουσι τοῖς πολεμίοις ὑμῶν, ὡς μὴ μόνον αὐτοῖς καὶ κτήνεσιν, ἀλλὰ καὶ κήποις διαρκεῖν. [411] τό γε μὴν τέρας τοῦτο πεπείραται καὶ πρότερον ἐφ᾽ ἁλώσει τῆς πόλεως γεγενημένον, ὅτε προειρημένος Βαβυλώνιος ἐπεστράτευσεν, ὃς τήν τε πόλιν ἑλὼν ἐνέπρησε καὶ τὸν ναόν, οὐδὲν οἶμαι τῶν τότε ἠσεβηκότων τηλικοῦτον ἡλίκα ὑμεῖς: [412] ὥστε ἐγὼ πεφευγέναι μὲν ἐκ τῶν ἁγίων οἶμαι τὸ θεῖον, ἑστάναι δὲ παρ᾽ οἷς πολεμεῖτε νῦν. [413] ἀλλ᾽ ἀνὴρ μὲν ἀγαθὸς οἰκίαν ἀσελγῆ φεύξεται καὶ τοὺς ἐν αὐτῇ στυγήσει, τὸν δὲ θεὸν ἔτι πείθεσθε τοῖς οἰκείοις κακοῖς παραμένειν, ὃς τά τε κρυπτὰ πάντα ἐφορᾷ καὶ τῶν σιγωμένων ἀκούει; [414] τί δὲ σιγᾶται παρ᾽ ὑμῖν τί κρύπτεται; τί δ᾽ οὐχὶ καὶ τοῖς ἐχθροῖς φανερὸν γέγονε; πομπεύετε γὰρ παρανομοῦντες καὶ καθ᾽ ἡμέραν ἐρίζετε, τίς χείρων γένηται, τῆς ἀδικίας ὥσπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι. [415] καταλείπεται δὲ ὅμως ἔτι σωτηρίας ὁδός, ἐὰν θέλητε, καὶ τὸ θεῖον εὐδιάλλακτον ἐξομολογουμένοις καὶ μετανοοῦσιν. [416] σιδήρειοι, ῥίψατε τὰς πανοπλίας, λάβετε ἤδη κατερειπομένης αἰδῶ πατρίδος, ἐπιστράφητε καὶ θεάσασθε τὸ κάλλος ἧς προδίδοτε, οἷον ἄστυ, οἷον ἱερόν, ὅσων ἐθνῶν δῶρα. [417] ἐπὶ ταῦτά τις ὁδηγεῖ φλόγα; ταῦτά τις μηκέτ᾽ εἶναι θέλει; καὶ τί σώζεσθαι τούτων ἀξιώτερον, ἄτεγκτοι καὶ λίθων ἀπαθέστεροι. [418] καὶ εἰ μὴ ταῦτα γνησίοις ὄμμασιν βλέπετε, γενεὰς γοῦν ὑμετέρας οἰκτείρατε, καὶ πρὸ ὀφθαλμῶν ἑκάστῳ γενέσθω τέκνα καὶ γυνὴ καὶ γονεῖς, οὓς ἀναλώσει μετὰ μικρὸν λιμὸς πόλεμος. [419] οἶδ᾽ ὅτι μοι συγκινδυνεύει μήτηρ καὶ γυνὴ καὶ γένος οὐκ ἄσημον καὶ πάλαι λαμπρὸς οἶκος, καὶ τάχα δοκῶ διὰ ταῦτα συμβουλεύειν. ἀποκτείνατε αὐτούς, λάβετε μισθὸν τῆς ἑαυτῶν σωτηρίας τὸ ἐμὸν αἷμα: κἀγὼ θνήσκειν ἕτοιμος, εἰ μετ᾽ ἐμὲ σωφρονεῖν μέλλετε.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: