previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[248]

Τὸ μάχιμον δ᾽ ἐν αὐτῇ καὶ στασιάζον πλῆθος περὶ Σίμωνα μὲν ἦσαν μύριοι δίχα τῶν Ἰδουμαίων, πεντήκοντα δ᾽ ἡγεμόνες τῶν μυρίων, ἐφ᾽ οἷς οὗτος κύριος τῶν ὅλων. [249] Ἰδουμαῖοι δ᾽ αὐτῷ συντελοῦντες εἰς πεντακισχιλίους ἄρχοντας εἶχον δέκα: τούτων προύχειν ἐδόκουν τε τοῦ Σωσᾶ Ἰάκωβος καὶ Σίμων υἱὸς Καθλᾶ. [250] Ἰωάννης δὲ τὸ ἱερὸν κατειληφὼς ἑξακισχιλίους ὁπλίτας εἶχεν ὑφ᾽ ἡγεμόνας εἴκοσι. προσεγένοντο δὲ αὐτῷ τότε καὶ οἱ ζηλωταὶ παυσάμενοι τοῦ διαφέρεσθαι, δισχίλιοι μὲν ὄντες καὶ τετρακόσιοι, χρώμενοι δ᾽ ἄρχοντι τῷ καὶ πρότερον Ἐλεαζάρῳ καὶ Σίμωνι τῷ τοῦ Ἀρινοῦ. [251] πολεμούντων δὲ τούτων, ὡς ἔφαμεν, ἆθλον δῆμος ἦν ἑκατέρων, καὶ τὸ μὴ συναδικοῦν τοῦ λαοῦ μέρος ὑπ᾽ ἀμφοῖν διηρπάζετο. [252] κατεῖχεν δ᾽ μὲν Σίμων τήν τε ἄνω πόλιν καὶ τὸ μέγα τεῖχος ἄχρι τοῦ Κεδρῶνος τοῦ τε ἀρχαίου τείχους ὅσον ἀπὸ τῆς Σιλωᾶς ἀνακάμπτον εἰς ἀνατολὴν μέχρι τῆς Μονοβάζου κατέβαινεν αὐλῆς: [253] βασιλεὺς δ᾽ οὗτος ἦν τῶν ὑπὲρ Εὐφράτην Ἀδιαβηνῶν: κατεῖχε δὲ καὶ τὴν πηγὴν καὶ τῆς Ἄκρας, αὕτη δ᾽ ἦν κάτω πόλις, τὰ μέχρι τῶν Ἑλένης βασιλείων τῆς τοῦ Μονοβάζου μητρός, [254] δ᾽ Ἰωάννης τό θ᾽ ἱερὸν καὶ τὰ πέριξ ἐπ᾽ οὐκ ὀλίγον τόν τε Ὀφλᾶν καὶ τὴν Κεδρῶνα καλουμένην φάραγγα. τὸ μεταξὺ δὲ τούτων ἐμπρήσαντες τῷ πρὸς ἀλλήλους πολέμῳ χώραν ἀνεῖσαν: [255] οὐδὲ γὰρ πρὸς τοῖς τείχεσιν ἐστρατοπεδευμένων Ῥωμαίων ἔνδον στάσις ἠρέμει, βραχὺ δὲ πρὸς τὴν πρώτην ὑπονήψαντες ἐκδρομὴν ἀνενόσουν καὶ κατὰ σφᾶς πάλιν διαστάντες ἐμάχοντο, τὰ κατ᾽ εὐχήν τε πάντα τοῖς πολιορκοῦσιν ἔπραττον. [256] οὔτε γοῦν αὐτοί τι χεῖρον ὑπὸ Ῥωμαίων ἔπαθον ὧν ἀλλήλους ἔδρασαν, οὔτε μετὰ τούτους πόλις ἐπειράθη καινοτέρου πάθους, ἀλλ᾽ μὲν χαλεπώτερόν τι πρὸ τοῦ πεσεῖν ἠτύχησεν, οἱ δ᾽ ἑλόντες αὐτὴν κατώρθωσάν τι μεῖζον. [257] φημὶ γὰρ ὡς τὴν μὲν πόλιν στάσις, Ῥωμαῖοι δ᾽ εἷλον τὴν στάσιν, ἥπερ ἦν πολὺ τῶν τειχῶν ὀχυρωτέρα: καὶ τὸ μὲν σκυθρωπὸν τοῖς οἰκείοις, τὸ δίκαιον δ᾽ ἄν τις εὐλόγως Ῥωμαίοις προσγράφοι. νοείτω δὲ ὅπῃ τοῖς πράγμασιν ἕκαστος ἄγεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: