previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[128]

Πείθεται Καῖσαρ ἅμα ταῖς τε ἱκεσίαις καὶ τῷ συμφέροντι: τὴν μὲν γὰρ καθ᾽ ἑνὸς τιμωρίαν ᾤετο χρῆναι μέχρις ἔργου προκόπτειν, τὴν δ᾽ ἐπὶ πλήθους μέχρι λόγου. [129] τοῖς μὲν οὖν στρατιώταις διηλλάττετο πολλὰ νουθετήσας αὖθις εἶναι φρονιμωτέρους, αὐτὸς δ᾽ ὅπως ἀμυνεῖται τὴν Ἰουδαίων ἐπιβουλὴν ἐσκόπει. [130] τέσσαρσι δ᾽ ἡμέραις ἐξισωθέντος τοῦ μέχρι τῶν τειχῶν διαστήματος, βουλόμενος μετὰ ἀσφαλείας τάς τε ἀποσκευὰς καὶ τὸ λοιπὸν πλῆθος παράγειν τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινεν τῷ τείχει κατὰ τὸ βόρειον κλίμα καὶ πρὸς ἑσπέραν ἐφ᾽ ἑπτὰ βαθύνας τὴν φάλαγγα, τῶν τε πεζῶν προτεταγμένων καὶ κατόπιν τῶν ἱππέων, [131] τριστοίχων ἑκατέρων, ἕβδομοι κατὰ μέσον εἱστήκεσαν οἱ τοξόται. [132] τοσούτῳ δὲ στίφει πεφραγμένων Ἰουδαίοις τῶν ἐκδρομῶν τά τε ὑποζύγια τῶν τριῶν ταγμάτων καὶ πληθὺς ἀδεῶς παρώδευσεν. [133] αὐτὸς μὲν οὖν Τίτος ἀπέχων ὅσον εἰς σταδίους δύο τοῦ τείχους κατὰ τὸ γωνιαῖον αὐτοῦ μέρος ἀντικρὺ τοῦ καλουμένου Ψηφίνου πύργου στρατοπεδεύεται, πρὸς ὃν κύκλος τοῦ τείχους ἀπ᾽ ἄρκτων καθήκων ἀνακάμπτει πρὸς δύσιν: [134] δ᾽ ἑτέρα μοῖρα τῆς στρατιᾶς κατὰ τὸν Ἱππικὸν προσαγορευθέντα πύργον τειχίζεται διεστῶσα τῆς πόλεως ὁμοίως δύο σταδίους. [135] τὸ μέντοι δέκατον τάγμα κατὰ χώραν ἐπὶ τοῦ Ἐλαιῶν ὄρους ἔμενε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: