previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[562]

Ἰωάννης δ᾽ ὡς ἐπέλειπον αἱ ἁρπαγαὶ παρὰ τοῦ δήμου, πρὸς ἱεροσυλίαν ἐτρέπετο, καὶ πολλὰ μὲν ἐκ τῶν ἀναθημάτων κατεχώνευε τοῦ ναοῦ, πολλὰ δὲ τῶν πρὸς τὰς λειτουργίας ἀναγκαίων σκεύη, κρατῆρας καὶ πίνακας καὶ τραπέζας: ἀπέσχετο δ᾽ οὐδὲ τῶν ὑπὸ τοῦ Σεβαστοῦ καὶ τῆς γυναικὸς αὐτοῦ πεμφθέντων ἀκρατοφόρων. [563] οἱ μέν γε Ῥωμαίων βασιλεῖς ἐτίμησάν τε καὶ προσεκόσμησαν τὸ ἱερὸν ἀεί, τότε δὲ Ἰουδαῖος καὶ τὰ τῶν ἀλλοφύλων κατέσπα. [564] πρὸς δὲ τοὺς συνόντας ἔλεγεν, ὡς δεῖ μετ᾽ ἀδείας καταχρήσασθαι τοῖς θείοις ὑπὲρ τοῦ θείου καὶ τοὺς τῷ ναῷ στρατευομένους ἐξ αὐτοῦ τρέφεσθαι. [565] διὰ τοῦτο καὶ τὸν ἱερὸν οἶνον καὶ τὸ ἔλαιον, τοῖς ὁλοκαυτώμασιν οἱ ἱερεῖς ἐφύλαττον [ἐπιχεῖν], ἐκκενώσας, ἦν δ᾽ ἐν τῷ ἔνδον ἱερῷ, διένεμε τῷ πλήθει, κἀκεῖνοι δίχα φρίκης ἠλείφοντο καὶ ἔπινον [ἐξ αὐτῶν]. [566] οὐκ ἂν ὑποστειλαίμην εἰπεῖν μοι κελεύει τὸ πάθος: οἶμαι Ῥωμαίων βραδυνόντων ἐπὶ τοὺς ἀλιτηρίους καταποθῆναι ἂν ὑπὸ χάσματος κατακλυσθῆναι τὴν πόλιν τοὺς τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνούς: πολὺ γὰρ τῶν ταῦτα παθόντων ἤνεγκε γενεὰν ἀθεωτέραν: τῇ γοῦν τούτων ἀπονοίᾳ πᾶς λαὸς συναπώλετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: