previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[548]

Τῶν δ᾽ αὐτομόλων οἱ μὲν ὑπ᾽ ἀνάγκης ἀπὸ τοῦ τείχους ἐπήδων ταχέως, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχῃ μετὰ χερμάδων ἔπειτα πρὸς τοὺς Ῥωμαίους ἔφευγον. συνείπετο δὲ τούτοις τύχη τῶν εἴσω χαλεπωτέρα, καὶ τοῦ παρὰ σφίσι λιμοῦ συντονώτερον εὕρισκον πρὸς ὄλεθρον τὸν παρὰ Ῥωμαίοις κόρον. [549] παρεγίνοντο μὲν γὰρ ἀπὸ τῆς ἐνδείας πεφυσημένοι καὶ ὥσπερ ὑδρωπιῶντες, ἔπειτα ἀθρόως κενοῖς ὑπερεμπιπλάμενοι τοῖς σώμασιν ἐρρήγνυντο πλὴν τῶν δι᾽ ἐμπειρίαν ταμιευσαμένων τὰς ὀρέξεις καὶ κατ᾽ ὀλίγον προσθέντων τροφὴν ἀπειθισμένῳ τῷ σώματι φέρειν. [550] καὶ τοὺς οὕτω δὲ σωζομένους ἑτέρα πληγὴ μετελάμβανε: τῶν γὰρ παρὰ τοῖς Σύροις τις αὐτομόλων φωρᾶται τῶν τῆς γαστρὸς λυμάτων χρυσοῦς ἐκλέγων: καταπίνοντες δέ, ὡς ἔφαμεν, αὐτοὺς προῄεσαν, ἐπειδὴ διηρεύνων πάντας οἱ στασιασταί, καὶ πολὺ πλῆθος ἦν ἐν τῇ πόλει χρυσοῦ: δώδεκα γοῦν Ἀττικῶν ὠνοῦντο πρότερον ἰσχύοντας πέντε καὶ εἴκοσιν. [551] ἀλλά τοι τῆς ἐπινοίας ἐλεγχθείσης δι᾽ ἑνὸς ἀναπίμπλαται μὲν φήμης τὰ στρατόπεδα, ὡς μεστοὶ χρυσίου παρεῖεν οἱ αὐτόμολοι, τὸ δὲ τῶν Ἀράβων πλῆθος καὶ οἱ Σύροι τοὺς ἱκέτας ἀνατέμνοντες ἠρεύνων τὰς γαστέρας. [552] καὶ τούτου τοῦ πάθους οὐδὲν ἔμοιγε δοκεῖ συμβῆναι Ἰουδαίοις χαλεπώτερον: μιᾷ γοῦν ἀνεσχίσθησαν νυκτὶ πρὸς δισχιλίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: