This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[512]
Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτηρίας
ἐλπίς, καὶ βαθύνας αὑτὸν ὁ λιμὸς κατ᾽ οἴκους καὶ γενεὰς τὸν δῆμον
ἐπεβόσκετο.
[513]
καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν καὶ βρεφῶν
λελυμένων, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν, παῖδες δὲ καὶ νεανίαι
διοιδοῦντες ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον
ὅπῃ τινὰ τὸ πάθος καταλαμβάνοι.
[514]
θάπτειν δὲ τοὺς προσήκοντας
οὔτε ἴσχυον οἱ κάμνοντες καὶ τὸ διευτονοῦν ὤκνει διά τε
πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ κατὰ σφᾶς ἄδηλον: πολλοὶ γοῦν
τοῖς ὑπ᾽ αὐτῶν θαπτομένοις ἐπαπέθνησκον, πολλοὶ δὲ ἐπὶ τὰς
θήκας πρὶν ἐπιστῆναι τὸ χρεὼν προῆλθον.
[515]
οὔτε δὲ θρῆνος ἐν ταῖς
συμφοραῖς οὔτ᾽ ὀλοφυρμὸς ἦν, ἀλλ᾽ ὁ λιμὸς ἤλεγχε τὰ πάθη, ξηροῖς
δὲ τοῖς ὄμμασι καὶ σεσηρόσι τοῖς στόμασιν οἱ δυσθανατοῦντες
ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι, βαθεῖα δὲ περιεῖχεν
τὴν πόλιν σιγὴ καὶ νὺξ θανάτου γέμουσα καὶ τούτων οἱ λῃσταὶ χαλεπώτεροι.
[516]
τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκροὺς καὶ
τὰ καλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξῄεσαν,
τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασιν, καί τινας
τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον ἐπὶ πείρᾳ τοῦ σιδήρου:
[517]
τοὺς
δ᾽ ἱκετεύοντας χρῆσαι σφίσι δεξιὰν καὶ ξίφος τῷ λιμῷ κατέλειπον
ὑπερηφανοῦντες, καὶ τῶν ἐκπνεόντων ἕκαστος ἀτενίσας εἰς τὸν ναὸν
ἀφεώρα τοὺς στασιαστὰς ζῶντας ἀπολιπών.
[518]
οἱ δὲ τὸ μὲν πρῶτον
ἐκ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς θάπτειν ἐκέλευον τὴν ὀσμὴν
οὐ φέροντες, ἔπειθ᾽ ὡς οὐ διήρκουν ἀπὸ τῶν τειχῶν ἔρριπτον
εἰς τὰς φάραγγας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.