previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[460]

Ἐν δὲ τούτῳ καὶ Ἐπιφανὴς Ἀντίοχος παρῆν ἄλλους τε ὁπλίτας συχνοὺς ἔχων καὶ περὶ αὑτὸν στῖφος Μακεδόνων καλούμενον, ἥλικας πάντας, ὑψηλούς, ὀλίγον ὑπὲρ ἀντίπαιδας, τὸν Μακεδονικὸν τρόπον ὡπλισμένους τε καὶ πεπαιδευμένους, ὅθεν καὶ τὴν ἐπίκλησιν εἶχον ὑστεροῦντες οἱ πολλοὶ τοῦ γένους. [461] εὐδαιμονῆσαι γὰρ δὴ μάλιστα τῶν ὑπὸ Ῥωμαίοις βασιλέων τὸν Κομμαγηνὸν συνέβη πρὶν γεύσασθαι μεταβολῆς: ἀπέφηνε δὲ κἀκεῖνος ἐπὶ γήρως, ὡς οὐδένα χρὴ λέγειν πρὸ θανάτου μακάριον. [462] ἀλλ᾽ γε παῖς ἀκμάζοντος αὐτοῦ τηνικαῦτα παρὼν θαυμάζειν ἔφασκε, τί δήποτε Ῥωμαῖοι κατοκνοῖεν προσιέναι τῷ τείχει: πολεμιστὴς δέ τις αὐτὸς ἦν καὶ φύσει παράβολος κατά τε ἀλκὴν τοσοῦτος, ὡς ὀλίγῳ τὰ τῆς τόλμης διαμαρτάνειν. [463] μειδιάσαντος δὲ τοῦ Τίτου καὶκοινὸς πόνοςεἰπόντος, ὡς εἶχεν ὥρμησεν Ἀντίοχος μετὰ τῶν Μακεδόνων πρὸς τὸ τεῖχος. [464] αὐτὸς μὲν οὖν διά τε ἰσχὺν καὶ κατ᾽ ἐμπειρίαν ἐφυλάττετο τὰ τῶν Ἰουδαίων βέλη τοξεύων εἰς αὐτούς, τὰ μειράκια δὲ αὐτῷ συνετρίβη πάντα πλὴν ὀλίγων: διὰ γὰρ αἰδῶ τῆς ὑποσχέσεως προσεφιλονείκει μαχόμενα: [465] καὶ τέλος ἀνεχώρουν τραυματίαι πολλοί, συννοοῦντες ὅτι καὶ τοῖς ἀληθῶς Μακεδόσιν, εἰ μέλλοιεν κρατεῖν, δεῖ τῆς Ἀλεξάνδρου τύχης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: