This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[420]
Τοιαῦτα τοῦ Ἰωσήπου μετὰ δακρύων ἐμβοῶντος οἱ στασιασταὶ
μὲν οὔτε ἐνέδοσαν οὔτ᾽ ἀσφαλῆ τὴν μεταβολὴν ἔκριναν, ὁ
δὲ δῆμος ἐκινήθη πρὸς αὐτομολίαν.
[421]
καὶ οἱ μὲν τὰς κτήσεις ἐλαχίστου
πωλοῦντες, οἱ δὲ τὰ πολυτελέστερα τῶν κειμηλίων, τοὺς μὲν
χρυσοῦς, ὡς μὴ φωραθεῖεν ὑπὸ τῶν λῃστῶν, κατέπινον, ἔπειτα πρὸς
τοὺς Ῥωμαίους διαδιδράσκοντες, ὁπότε κατενέγκαιεν εὐπόρουν πρὸς
ἃ δέοιντο.
[422]
διηφίει γὰρ τοὺς πολλοὺς ὁ Τίτος εἰς τὴν χώραν ὅποι
βούλοιτο ἕκαστος, καὶ τοῦτ᾽ αὐτὸ μᾶλλον πρὸς αὐτομολίαν παρεκάλει
τῶν μὲν εἴσω κακῶν στερησομένους, μὴ δουλεύσοντας δὲ Ῥωμαίοις.
[423]
οἱ δὲ περὶ τὸν Ἰωάννην καὶ τὸν Σίμωνα περιεφύλαττον
τὰς τούτων ἐξόδους πλέον ἢ τὰς Ῥωμαίων εἰσόδους, καὶ σκιάν τις
ὑπονοίας παρασχὼν μόνον εὐθέως ἀπεσφάττετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.