previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[545]

Οὐ μόνον δὲ κατὰ τὴν Ἰουδαίαν στάσις ἦν καὶ πόλεμος ἐμφύλιος, ἀλλὰ κἀπὶ τῆς Ἰταλίας. [546] ἀνῄρητο μὲν γὰρ κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὰν Γάλβας, ἀποδεδειγμένος δὲ αὐτοκράτωρ Ὄθων ἐπολέμει Οὐιτελλίῳ βασιλειῶντι: τοῦτον γὰρ ᾕρητο τὰ κατὰ Γερμανίαν τάγματα. [547] καὶ γενομένης συμβολῆς κατὰ Φρηγδίακον τῆς Γαλατίας πρός τε Οὐάλεντα καὶ Καικίνναν τοὺς Οὐιτελλίου στρατηγούς, τῇ πρώτῃ μὲν ἡμέρᾳ περιῆν Ὄθων, τῇ δὲ δευτέρᾳ τὸ Οὐιτελλίου στρατιωτικόν: [548] καὶ πολλοῦ φόνου γενομένου διεχρήσατο μὲν Ὄθων αὑτὸν ἐν Βριξέλλῳ τὴν ἧτταν πυθόμενος ἡμέρας δύο καὶ τρεῖς μῆνας κρατήσας τῶν πραγμάτων, [549] προσεχώρησε δὲ τοῖς Οὐιτελλίου στρατηγοῖς στρατιά, καὶ κατέβαινεν αὐτὸς εἰς τὴν Ῥώμην μετὰ τῆς δυνάμεως. [550] ἐν δὲ τούτῳ καὶ Οὐεσπασιανὸς ἀναστὰς ἐκ τῆς Καισαρείας πέμπτῃ Δαισίου μηνὸς ὥρμησεν ἐπὶ τὰ μηδέπω κατεστραμμένα τῶν τῆς Ἰουδαίας χωρίων. [551] ἀναβὰς δὲ εἰς τὴν ὀρεινὴν αἱρεῖ δύο τοπαρχίας, τήν τε Γοφνιτικὴν καὶ τὴν Ἀκραβετηνὴν καλουμένην, μεθ᾽ ἃς Βήθηγά τε καὶ Ἐφραὶμ πολίχνια, οἷς φρουροὺς ἐγκαταστήσας μέχρι Ἱεροσολύμων ἱππάζετο: φθορὰ δ᾽ ἦν πολλῶν καταλαμβανομένων καὶ συχνοὺς ᾐχμαλωτίζετο. [552] Κερεάλιος δὲ αὐτῷ τῶν ἡγεμόνων μοῖραν ἱππέων καὶ πεζῶν ἀναλαβὼν τὴν ἄνω καλουμένην Ἰδουμαίαν ἐπόρθει, καὶ Κάφεθρα μὲν ψευδοπολίχνιον ἐξ ἐφόδου λαβὼν ἐμπίπρησιν, ἑτέραν δὲ καλουμένην Χαραβὶν προσβαλὼν ἐπολιόρκει. [553] πάνυ δ᾽ ἦν ἰσχυρὸν τὸ τεῖχος, καὶ τρίψεσθαι προσδοκῶντι πλείω χρόνον αἰφνιδίως ἀνοίγουσιν οἱ ἔνδον τὰς πύλας καὶ μεθ᾽ ἱκετηριῶν προελθόντες ἑαυτοὺς παρέδοσαν. [554] Κερεάλιος δὲ τούτους παραστησάμενος ἐπὶ Χεβρὼν ἑτέρας πόλεως ἀρχαιοτάτης ἐχώρει: κεῖται δ᾽, ὡς ἔφην, αὕτη κατὰ τὴν ὀρεινὴν οὐ πόρρω Ἱεροσολύμων: βιασάμενος δὲ τὰς εἰσόδους τὸ μὲν ἐγκαταληφθὲν πλῆθος ἡβηδὸν ἀναιρεῖ, τὸ δ᾽ ἄστυ καταπίμπρησι. [555] καὶ πάντων ἤδη κεχειρωμένων πλὴν Ἡρωδείου καὶ Μασάδας καὶ Μαχαιροῦντος, ταῦτα δ᾽ ὑπὸ τῶν λῃστῶν κατείληπτο, σκοπὸς ἤδη τὰ Ἱεροσόλυμα προύκειτο Ῥωμαίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: