previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[529]

Σίμων δὲ παρὰ δόξαν εἰς τὴν Ἰδουμαίαν εἰσήλασεν ἀναιμωτὶ καὶ προσβαλὼν ἀδοκήτως πρώτην αἱρεῖ τὴν πολίχνην Χεβρών, ἐν πλείστης ἐκράτησε λείας, πάμπολυν δὲ διήρπασε καρπόν. [530] ὡς δέ φασιν οἱ ἐπιχώριοι τὴν Χεβρὼν οὐ μόνον τῶν τῇδε πόλεων ἀλλὰ καὶ τῆς ἐν Αἰγύπτῳ Μέμφεως ἀρχαιοτέραν: δισχίλια γοῦν αὐτῇ καὶ τριακόσια ἔτη συναριθμεῖται. [531] μυθεύουσι δὲ αὐτὴν καὶ οἰκητήριον Ἀβράμου τοῦ Ἰουδαίων προγόνου γεγονέναι μετὰ τὴν ἐκ τῆς Μεσοποταμίας ἀπανάστασιν, τούς τε παῖδας αὐτοῦ λέγουσι καταβῆναι εἰς Αἴγυπτον ἔνθεν: [532] ὧν καὶ τὰ μνημεῖα μέχρι νῦν ἐν τῇδε τῇ πολίχνῃ δείκνυται πάνυ καλῆς μαρμάρου καὶ φιλοτίμως εἰργασμένα. [533] δείκνυται δ᾽ ἀπὸ σταδίων ἓξ τοῦ ἄστεος τερέβινθος μεγίστη, καὶ φασὶ τὸ δένδρον ἀπὸ τῆς κτίσεως μέχρι νῦν διαμένειν. [534] ἔνθεν Σίμων ἐχώρει διὰ πάσης τῆς Ἰδουμαίας, οὐ μόνον κώμας καὶ πόλεις πορθῶν, λυμαινόμενος δὲ καὶ τὴν χώραν: δίχα γὰρ τῶν ὁπλιτῶν τέσσαρες αὐτῷ συνείποντο μυριάδες, ὡς μηδὲ τῶν ἐπιτηδείων ἐξαρκούντων πρὸς τὸ πλῆθος. [535] προσῆν δὲ ταῖς χρείαις ὠμότης τε αὐτοῦ καὶ πρὸς τὸ γένος ὀργή, δι᾽ μᾶλλον ἐξερημοῦσθαι συνέβαινε τὴν Ἰδουμαίαν. [536] καθάπερ δὲ ὑπὸ τῶν ἀκρίδων κατόπιν ὕλην ἔστιν ἰδεῖν ἐψιλωμένην πᾶσαν, οὕτω τὸ κατὰ νώτου τῆς Σίμωνος στρατιᾶς ἐρημία κατελείπετο: [537] καὶ τὰ μὲν ἐμπιπρῶντες τὰ δὲ κατασκάπτοντες, πᾶν δὲ τὸ πεφυκὸς ἀνὰ τὴν χώραν συμπατοῦντες ἠφάνιζον νεμόμενοι καὶ τὴν ἐνεργὸν ὑπὸ τῆς πορείας σκληροτέραν ἐποίουν τῆς ἀκάρπου, καθόλου τε εἰπεῖν, οὐδὲ σημεῖόν τι κατελείπετο τοῖς πορθουμένοις τοῦ γεγονέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: