previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[556]

δὲ Σίμων ὡς ἐρρύσατο παρὰ τῶν ζηλωτῶν τὴν γυναῖκα, πάλιν ἐπὶ τὰ λείψανα τῆς Ἰδουμαίας ὑπέστρεψεν, καὶ περιελαύνων πανταχόθεν τὸ ἔθνος εἰς Ἱεροσόλυμα τοὺς πολλοὺς φεύγειν συνηνάγκασεν. [557] εἵπετο δὲ καὶ αὐτὸς ἐπὶ τὴν πόλιν καὶ κυκλωσάμενος αὖθις τὸ τεῖχος ὅντινα λάβοι τῶν προϊόντων κατὰ τὴν χώραν ἐργατῶν διέφθειρεν. [558] ἦν δὲ τῷ δήμῳ Σίμων μὲν ἔξωθεν Ῥωμαίων φοβερώτερος, οἱ ζηλωταὶ δ᾽ ἔνδον ἑκατέρων χαλεπώτεροι, κἀν τούτοις ἐπινοίᾳ κακῶν καὶ τόλμῃ τὸ σύνταγμα τῶν Γαλιλαίων διέφερεν: [559] τόν τε γὰρ Ἰωάννην παρήγαγον εἰς ἰσχὺν οὗτοι, κἀκεῖνος αὐτοὺς ἐξ ἧς περιεποιήσατο δυναστείας ἠμείβετο πάντα ἐπιτρέπων δρᾶν ὧν ἕκαστος ἐπεθύμει. [560] πόθοι δ᾽ ἦσαν ἁρπαγῆς ἀπλήρωτοι καὶ τῶν πλουσίων οἴκων ἔρευνα φόνος τε ἀνδρῶν καὶ γυναικῶν ὕβρεις ἐπαίζοντο, [561] μεθ᾽ αἵματός τε τὰ συληθέντα κατέπινον καὶ μετ᾽ ἀδείας ἐνεθηλυπάθουν τῷ κόρῳ, κόμας συνθετιζόμενοι καὶ γυναικείας ἐσθῆτας ἀναλαμβάνοντες, καταντλούμενοι δὲ μύροις καὶ πρὸς εὐπρέπειαν ὑπογράφοντες ὀφθαλμούς. [562] οὐ μόνον δὲ κόσμον, ἀλλὰ καὶ πάθη γυναικῶν ἐμιμοῦντο καὶ δι᾽ ὑπερβολὴν ἀσελγείας ἀθεμίτους. ἐπενόησαν ἔρωτας: ἐνηλινδοῦντο δ᾽ ὡς πορνείῳ τῇ πόλει καὶ πᾶσαν ἀκαθάρτοις ἐμίαναν ἔργοις. [563] γυναικιζόμενοι δὲ τὰς ὄψεις ἐφόνων ταῖς δεξιαῖς θρυπτόμενοί τε τοῖς βαδίσμασιν ἐπιόντες ἐξαπίνης ἐγίνοντο πολεμισταὶ τά τε ξίφη προφέροντες ἀπὸ τῶν βεβαμμένων χλανιδίων τὸν προστυχόντα διήλαυνον. [564] τοὺς ἀποδιδράσκοντας δὲ Ἰωάννην Σίμων φονικώτερον ἐξεδέχετο, καὶ διαφυγών τις τὸν ἐντὸς τείχους τύραννον ὑπὸ τοῦ πρὸ πυλῶν διεφθείρετο. [565] πᾶσα δὲ φυγῆς ὁδὸς τοῖς αὐτομολεῖν πρὸς Ῥωμαίους βουλομένοις ἀπεκέκοπτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: