previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[451]

Τὸ μὲν οὖν πολὺ πλῆθος ἐκ τῆς Ἱεριχοῦς φθάσαν τὴν ἔφοδον αὐτῶν εἰς τὴν ἄντικρυς Ἱεροσολύμων ὀρεινὴν διαπεφεύγει, καταλειφθὲν δὲ οὐκ ὀλίγον διαφθείρεται. [452] τὴν δὲ πόλιν ἔρημον κατειλήφεσαν, ἥτις ἵδρυται μὲν ἐν πεδίῳ, ψιλὸν δὲ ὑπέρκειται αὐτῇ καὶ ἄκαρπον ὄρος μήκιστον: [453] κατὰ γὰρ τὸ βόρειον κλίμα μέχρι τῆς Σκυθοπολιτῶν γῆς ἐκτείνεται, κατὰ δὲ τὸ μεσημβρινὸν μέχρι τῆς Σοδομιτῶν χώρας καὶ τῶν περάτων τῆς Ἀσφαλτίτιδος. ἔστιν δὲ ἀνώμαλόν τε πᾶν καὶ ἀοίκητον διὰ τὴν ἀγονίαν. [454] ἀντίκειται δὲ τούτῳ τὸ περὶ τὸν Ἰορδάνην ὄρος ἀρχόμενον ἀπὸ Ἰουλιάδος καὶ τῶν βορείων κλιμάτων, παρατεῖνον δὲ εἰς μεσημβρίαν ἕως Σομόρων, ἥπερ ὁρίζει τὴν Πέτραν τῆς Ἀραβίας. ἐν τούτῳ δ᾽ ἐστὶ καὶ τὸ Σιδηροῦν καλούμενον ὄρος μηκυνόμενον μέχρι τῆς Μωαβίτιδος. [455] μέση δὲ τῶν δύο ὀρέων χώρα τὸ μέγα πεδίον καλεῖται, ἀπὸ κώμης Γινναβρὶν διῆκον μέχρι τῆς Ἀσφαλτίτιδος. [456] ἔστι δὲ αὐτοῦ μῆκος μὲν σταδίων χιλίων διακοσίων, εὖρος δ᾽ εἴκοσι καὶ ἑκατόν, καὶ μέσον ὑπὸ τοῦ Ἰορδάνου τέμνεται λίμνας τε ἔχει τήν τε Ἀσφαλτῖτιν καὶ τὴν Τιβεριέων φύσιν ἐναντίας: μὲν γὰρ ἁλμυρώδης καὶ ἄγονος, Τιβεριέων δὲ γλυκεῖα καὶ γόνιμος. [457] ἐκπυροῦται δὲ ὥρᾳ θέρους τὸ πεδίον καὶ δι᾽ ὑπερβολὴν αὐχμοῦ περιέχει νοσώδη τὸν ἀέρα: [458] πᾶν γὰρ ἄνυδρον πλὴν τοῦ Ἰορδάνου, παρὸ καὶ τοὺς μὲν ἐπὶ ταῖς ὄχθαις φοινικῶνας εὐθαλεστέρους καὶ πολυφορωτέρους εἶναι συμβέβηκεν, ἧττον δὲ τοὺς πόρρω κεχωρισμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: