previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[410]

Ταῦτα Οὐεσπασιανῷ παρὰ τῶν αὐτομόλων διηγγέλλετο. καίπερ γὰρ φρουρούντων τὰς ἐξόδους τῶν στασιαστῶν ἁπάσας καὶ διαφθειρόντων τοὺς ὁπωσοῦν προσιόντας, ὅμως ἦσαν οἳ διελάνθανον καὶ καταφεύγοντες εἰς τοὺς Ῥωμαίους τὸν στρατηγὸν ἐνῆγον ἀμῦναι τῇ πόλει καὶ τὰ τοῦ δήμου περισῶσαι λείψανα: [411] διὰ γὰρ τὴν πρὸς Ῥωμαίους εὔνοιαν ἀνῃρῆσθαί τε τοὺς πολλοὺς καὶ κινδυνεύειν τοὺς περιόντας. [412] δὲ οἰκτείρων ἤδη τὰς συμφορὰς αὐτῶν τὸ μὲν δοκεῖν ἐκπολιορκήσων ἐφίσταται τὰ Ἱεροσόλυμα, τὸ δὲ ἀληθὲς ἀπαλλάξων πολιορκίας. [413] ἔδει μὲν προκαταστρέψασθαι τὰ λειπόμενα καὶ μηδὲν ἔξωθεν ἐμπόδιον τῇ πολιορκίᾳ καταλιπεῖν: ἐλθὼν οὖν ἐπὶ τὰ Γάδαρα μητρόπολιν τῆς Περαίας καρτερὰν τετράδι Δύστρου μηνὸς εἴσεισιν εἰς τὴν πόλιν: [414] καὶ γὰρ ἔτυχον οἱ δυνατοὶ λάθρα τῶν στασιωδῶν πρεσβευσάμενοι πρὸς αὐτὸν περὶ παραδόσεως πόθῳ τε εἰρήνης καὶ διὰ τὰς οὐσίας: πολλοὶ δὲ τὰ Γάδαρα κατῴκουν πλούσιοι. [415] τούτων τὴν πρεσβείαν ἠγνοήκεσαν οἱ διάφοροι, πλησίον δὲ ἤδη ὄντος Οὐεσπασιανοῦ διεπύθοντο, καὶ κατασχεῖν μὲν αὐτοὶ τὴν πόλιν ἀπέγνωσαν δύνασθαι τῶν τε ἔνδον ἐχθρῶν πλήθει λειπόμενοι καὶ Ῥωμαίους ὁρῶντες οὐ μακρὰν τῆς πόλεως, φεύγειν δὲ κρίνοντες ἠδόξουν ἀναιμωτὶ καὶ μηδεμίαν παρὰ τῶν αἰτίων εἰσπραξάμενοι τιμωρίαν. [416] συλλαβόντες δὴ τὸν Δόλεσον, οὗτος γὰρ ἦν οὐ μόνον ἀξιώματι καὶ γένει τῆς πόλεως πρῶτος, ἀλλ᾽ ἐδόκει καὶ τῆς πρεσβείας αἴτιος, κτείνουσί τε αὐτὸν καὶ δι᾽ ὑπερβολὴν ὀργῆς νεκρὸν αἰκισάμενοι διέδρασαν ἐκ τῆς πόλεως. [417] ἐπιούσης δὲ ἤδη τῆς Ῥωμαϊκῆς δυνάμεως τε δῆμος τῶν Γαδαρέων μετ᾽ εὐφημίας τὸν Οὐεσπασιανὸν εἰσδεξάμενοι δεξιὰς παρ᾽ αὐτοῦ πίστεως ἔλαβον καὶ φρουρὰν ἱππέων τε καὶ πεζῶν πρὸς τὰς τῶν φυγάδων καταδρομάς: [418] τὸ γὰρ τεῖχος αὐτοὶ πρὶν ἀξιῶσαι Ῥωμαίους καθεῖλον, ὅπως εἴη πίστις αὐτοῖς τοῦ τὴν εἰρήνην ἀγαπᾶν τὸ μηδὲ βουληθέντας δύνασθαι πολεμεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: