previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[389]

Ἤδη δὲ Ἰωάννῃ τυραννιῶντι τὸ πρὸς τοὺς ὁμοίους ἰσότιμον ἠδοξεῖτο, καὶ κατ᾽ ὀλίγους προσποιούμενος τῶν πονηροτέρων ἀφηνίαζε τοῦ συντάγματος. [390] ἀεὶ δὲ τοῖς μὲν τῶν ἄλλων δόγμασιν ἀπειθῶν, τὰ δὲ αὑτοῦ προστάσσων δεσποτικώτερον, δῆλος ἦν μοναρχίας ἀντιποιούμενος. [391] εἶκον δ᾽ αὐτῷ τινὲς μὲν δέει, τινὲς δὲ κατ᾽ εὔνοιαν, δεινὸς γὰρ ἦν ἀπάτῃ καὶ λόγῳ προσαγαγέσθαι, πολλοὶ δὲ πρὸς ἀσφαλείας ἡγούμενοι τῆς αὑτῶν τὰς αἰτίας ἤδη τῶν τολμωμένων ἐφ᾽ ἕνα καὶ μὴ πολλοὺς ἀναφέρεσθαι. [392] τό γε μὴν δραστήριον αὐτοῦ κατά τε χεῖρα καὶ κατὰ γνώμην δορυφόρους εἶχεν οὐκ ὀλίγους. [393] πολλὴ δὲ μοῖρα τῶν ἀντικαθισταμένων ἀπελείπετο, παρ᾽ οἷς ἴσχυε μὲν καὶ φθόνος δεινὸν ἡγουμένων ὑποτετάχθαι τὸ πρὶν ἰσοτίμῳ, τὸ πλέον δ᾽ εὐλάβεια τῆς μοναρχίας ἀπέτρεπεν: [394] οὔτε γὰρ καταλύσειν ῥᾳδίως ἤλπιζον αὐτὸν ἅπαξ κρατήσαντα, καὶ καθ᾽ αὑτῶν πρόφασιν ἕξειν τὸ τὴν ἀρχὴν ἀντιπρᾶξαι: προῃρεῖτο δ᾽ οὖν πολεμῶν ἕκαστος ὁτιοῦν παθεῖν δουλεύσας ἑκουσίως ἐν ἀνδραπόδου μοίρᾳ παραπολέσθαι. [395] διαιρεῖται μὲν οὖν στάσις ἐκ τούτων, καὶ τοῖς ἐναντιωθεῖσιν Ἰωάννης ἀντεβασίλευσεν. [396] ἀλλὰ τὰ μὲν πρὸς ἀλλήλους αὐτοῖς διὰ φυλακῆς ἦν, καὶ οὐδὲν μικρὸν εἴ ποτε διηκροβολίζοντο τοῖς ὅπλοις, ἤριζον δὲ κατὰ τοῦ δήμου καὶ πότεροι πλείονα λείαν ἄξουσιν ἀντεφιλονείκουν. [397] ἐπεὶ δὲ πόλις τρισὶ τοῖς μεγίστοις κακοῖς ἐχειμάζετο, πολέμῳ καὶ τυραννίδι καὶ στάσει, κατὰ σύγκρισιν μετριώτερον ἦν τοῖς δημοτικοῖς πόλεμος: ἀμέλει διαδιδράσκοντες ἐκ τῶν οἰκείων ἔφευγον πρὸς τοὺς ἀλλοφύλους καὶ παρὰ Ῥωμαίοις ἧς ἀπήλπισαν ἐν τοῖς ἰδίοις σωτηρίας ἠξιοῦντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: