previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[366]

Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι πάντες ἡγεμόνες ἕρμαιον ἡγούμενοι τὴν στάσιν τῶν πολεμίων ὥρμηντο πρὸς τὴν πόλιν καὶ τὸν Οὐεσπασιανὸν ἤπειγον ὡς ἂν ὄντα κύριον τῶν ὅλων, φάμενοι πρόνοιαν θεοῦ σύμμαχον σφίσι τῷ τετράφθαι τοὺς ἐχθροὺς κατ᾽ ἀλλήλων: [367] εἶναι μέντοι τὴν ῥοπὴν ὀξεῖαν, καὶ ταχέως Ἰουδαίους ὁμονοήσειν [ἡμῖν] κοπιάσαντας ἐν τοῖς ἐμφυλίοις κακοῖς μετανοήσαντας. [368] Οὐεσπασιανὸς δὲ πλεῖστον αὐτοὺς ἔφη τοῦ δέοντος ἁμαρτάνειν, ὥσπερ ἐν θεάτρῳ χειρῶν τε καὶ ὅπλων ἐπίδειξιν ποιήσασθαι γλιχομένους οὐκ ἀκίνδυνον, ἀλλὰ μὴ τὸ συμφέρον καὶ τἀσφαλὲς σκοποῦντας. [369] εἰ μὲν γὰρ εὐθέως ὁρμήσειεν ἐπὶ τὴν πόλιν, αἴτιος ὁμονοίας ἔσεσθαι τοῖς πολεμίοις καὶ τὴν ἰσχὺν αὐτῶν ἀκμάζουσαν ἐφ᾽ ἑαυτὸν ἐπιστρέψειν: εἰ δὲ περιμείνειεν, ὀλιγωτέροις χρήσεσθαι δαπανηθεῖσιν ἐν τῇ στάσει. [370] στρατηγεῖν μὲν γὰρ ἄμεινον αὐτοῦ τὸν θεὸν ἀπονητὶ Ῥωμαίοις παραδιδόντα Ἰουδαίους καὶ τὴν νίκην ἀκινδύνως τῇ στρατιᾷ χαριζόμενον: [371] ὥστε χρῆναι διαφθειρομένων χερσὶν οἰκείαις τῶν ἐχθρῶν καὶ τῷ μεγίστῳ κακῷ στάσει χρωμένων θεατὰς μᾶλλον αὐτοὺς ἀποκαθῆσθαι τῶν κινδύνων θανατῶσιν ἀνθρώποις καὶ λελυσσηκόσιν κατ᾽ ἀλλήλων χεῖρα μίσγειν. [372] εἰ δέ τις οἴεται τὴν δόξαν τῆς νίκης ἑωλοτέραν ἔσεσθαι δίχα μάχης, γνώτω τοῦ διὰ τῶν ὅπλων σφαλεροῦ τὸ μετὰ ἡσυχίας κατόρθωμα λυσιτελέστερον: [373] καὶ γὰρ οὐχ ἧττον εὐκλεεῖς οἴεσθαι χρὴ τῶν κατὰ χεῖρα λαμπρῶν τοὺς ἐγκρατείᾳ καὶ συνέσει τὰ ἴσα πράξαντας. ἅμα μέντοι μειουμένων τῶν πολεμίων καὶ τὴν αὑτοῦ στρατιὰν ἀναληφθεῖσαν ἐκ τῶν συνεχῶν πόνων ἐρρωμενέστερον ἄξειν. [374] ἄλλως τε καὶ τῶν στοχαζομένων τῆς περὶ τὴν νίκην λαμπρότητος οὐ τοῦτον εἶναι τὸν καιρόν: [375] οὐ γὰρ περὶ κατασκευὴν ὅπλων τειχῶν οὐδὲ περὶ συλλογὴν ἐπικούρων Ἰουδαίους ἀσχολεῖσθαι, καὶ τὴν ὑπέρθεσιν ἔσεσθαι κατὰ τῶν διδόντων, ἀλλ᾽ ἐμφυλίῳ πολέμῳ καὶ διχονοίᾳ τραχηλιζομένους καθ᾽ ἡμέραν οἰκτρότερα πάσχειν ὧν ἂν ἐπελθόντες αὐτοὶ διαθεῖεν αὐτοὺς ἁλόντας. [376] εἴτ᾽ οὖν τἀσφαλές τις σκοποίη, χρῆναι τοὺς ὑφ᾽ ἑαυτῶν ἀναλισκομένους ἐᾶν, εἴτε τὸ εὐκλεέστερον τοῦ κατορθώματος, οὐ δεῖν τοῖς οἴκοι νοσοῦσιν ἐπιχειρεῖν: ῥηθήσεσθαι γὰρ εὐλόγως οὐκ αὐτῶν τὴν νίκην ἀλλὰ τῆς στάσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: