This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[158]
Ταύτην τὴν τόλμαν αὐτῶν οὐκ ἤνεγκεν ὁ δῆμος, ἀλλ᾽ ὥσπερ
ἐπὶ τυραννίδος κατάλυσιν ὥρμηντο πάντες:
[159]
καὶ γὰρ οἱ προύχειν
αὐτῶν δοκοῦντες, Γωρίων τε υἱὸς Ἰωσήπου καὶ ὁ Γαμαλιήλου
Συμεών, παρεκρότουν ἔν τε ταῖς ἐκκλησίαις ἀθρόους καὶ κατ᾽ ἰδίαν
περιιόντες ἕκαστον ἤδη ποτὲ τίσασθαι τοὺς λυμεῶνας τῆς ἐλευθερίας
καὶ καθᾶραι τῶν μιαιφόνων τὸ ἅγιον,
[160]
οἵ τε δοκιμώτατοι τῶν
ἀρχιερέων, Γαμάλα μὲν υἱὸς Ἰησοῦς Ἀνάνου δὲ Ἄνανος, πολλὰ τὸν
δῆμον εἰς νωθείαν κατονειδίζοντες ἐν ταῖς συνόδοις ἐπήγειρον τοῖς
ζηλωταῖς:
[161]
τοῦτο γὰρ αὑτοὺς ἐκάλεσαν ὡς ἐπ᾽ ἀγαθοῖς ἐπιτηδεύμασιν
ἀλλ᾽ οὐχὶ ζηλώσαντες τὰ κάκιστα τῶν ἔργων [καὶ] ὑπερβαλλόμενοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.