This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[138]
Ἄλλοι τε ἀπὸ τῆς χώρας λῃσταὶ παρελθόντες εἰς τὴν πόλιν
καὶ τοὺς ἔνδον προσλαβόντες χαλεπωτέρους οὐδὲν ἔτι τῶν δεινῶν
παρίεσαν:
[139]
οἵ γε οὐ μόνον ἁρπαγαῖς καὶ λωποδυσίαις τὴν τόλμαν
ἐμέτρουν, ἀλλὰ καὶ μέχρι φόνων ἐχώρουν, οὐ νυκτὸς ἢ λαθραίως
ἢ ἐπὶ τοὺς τυχόντας, ἀλλὰ φανερῶς καὶ μεθ᾽ ἡμέραν καὶ τῶν ἐπισημοτάτων
καταρχόμενοι.
[140]
πρῶτον μὲν γὰρ Ἀντίπαν, ἄνδρα τοῦ βασιλικοῦ
γένους καὶ τῶν κατὰ τὴν πόλιν δυνατωτάτων, ὡς καὶ τοὺς δημοσίους
θησαυροὺς πεπιστεῦσθαι, συλλαβόντες εἷρξαν:
[141]
ἐπὶ τούτῳ
Ληουίαν τινὰ τῶν ἐπισήμων καὶ Συφὰν υἱὸν Ἀρεγέτου, βασιλικὸν δ᾽
ἦν καὶ τούτων τὸ γένος, πρὸς δὲ τοὺς κατὰ τὴν χώραν προύχειν
δοκοῦντας.
[142]
δεινὴ δὲ κατάπληξις εἶχε τὸν δῆμον, καὶ καθάπερ κατειλημμένης
τῆς πόλεως πολέμῳ τὴν καθ᾽ αὑτὸν ἕκαστος σωτηρίαν ἠγάπα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.