previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[216]

δ᾽ ὥσπερ τοῖς ζηλωταῖς ὑπὲρ εὐνοίας ὀμόσας καὶ οὐ κατ᾽ αὐτῶν, παρελθὼν εἴσω καὶ καταστὰς εἰς μέσους πολλάκις μὲν ἔφη κινδυνεῦσαι δι᾽ αὐτούς, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἀπορρήτων, ὅσα κατ᾽ αὐτῶν οἱ περὶ τὸν Ἄνανον ἐβουλεύσαντο: [217] νῦν δὲ τὸν μέγιστον ἀναρριπτεῖν κίνδυνον σὺν πᾶσιν αὐτοῖς, εἰ μή τις προσγένοιτο βοήθεια δαιμόνιος. [218] οὐ γὰρ ἔτι μέλλειν Ἄνανον, ἀλλὰ πείσαντα μὲν τὸν δῆμον πεπομφέναι πρέσβεις πρὸς Οὐεσπασιανόν, ἵν᾽ ἐλθὼν κατὰ τάχος παραλάβῃ τὴν πόλιν, ἁγνείαν δὲ παρηγγελκέναι κατ᾽ αὐτῶν εἰς τὴν ἑξῆς ἡμέραν, ἵν᾽ κατὰ θρησκείαν εἰσελθόντες καὶ βιασάμενοι συμμίξωσιν αὐτοῖς. [219] οὐχ ὁρᾶν δὲ μέχρι τίνος τὴν φρουρὰν οἴσουσιν παρατάξονται πρὸς τοσούτους. προσετίθει δ᾽ ὡς αὐτὸς εἰσπεμφθείη κατὰ θεοῦ πρόνοιαν ὡς πρεσβευτὴς περὶ διαλύσεων: τὸν γὰρ Ἄνανον ταύτας αὐτοῖς προτείνειν, ὅπως ἀνυποπτοτέροις ἐπέλθῃ. [220] δεῖν οὖν τῷ λόγῳ τοῦ ζῆν τοὺς φρουροῦντας ἱκετεύειν πορίζεσθαί τινα παρὰ τῶν ἔξωθεν ἐπικουρίαν: [221] τοὺς δὲ θαλπομένους ἐλπίδι συγγνώμης εἰ κρατηθεῖεν, ἐπιλελῆσθαι τῶν ἰδίων τολμημάτων νομίζειν ἅμα τῷ μετανοεῖν τοὺς δεδρακότας εὐθέως ὀφείλειν διηλλάχθαι καὶ τοὺς παθόντας. [222] ἀλλὰ τῶν μὲν ἀδικησάντων διὰ μίσους πολλάκις γίνεσθαι καὶ τὴν μεταμέλειαν, τοῖς ἀδικηθεῖσι δὲ τὰς ὀργὰς ἐπ᾽ ἐξουσίας χαλεπωτέρας: [223] ἐφεδρεύειν δέ γε ἐκείνοις φίλους καὶ συγγενεῖς τῶν ἀπολωλότων καὶ δῆμον τοσοῦτον ὑπὲρ καταλύσεως νόμων καὶ δικαστηρίων τεθυμωμένον, ὅπου κἂν τι μέρος τὸ ἐλεοῦν, ὑπὸ πλείονος ἂν αὐτὸ τοῦ διαγανακτοῦντος ἀφανισθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: