previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[92]

Τίτῳ δὲ προσιππασαμένῳ τοῖς Γισχάλοις εὐπετὲς μὲν ἦν ἐξ ἐφόδου τὴν πόλιν ἑλεῖν, εἰδὼς δέ, εἰ βίᾳ ληφθείη, διαφθαρησόμενον ὑπὸ τῶν στρατιωτῶν ἀνέδην τὸ πλῆθος, ἦν δ᾽ αὐτῷ κόρος ἤδη φόνων καὶ δι᾽ οἴκτου τὸ πλέον ἀκρίτως συναπολλύμενον τοῖς αἰτίοις, ἐβούλετο μᾶλλον ὁμολογίαις παραστήσασθαι τὴν πόλιν. [93] καὶ δὴ τοῦ τείχους ἀνδρῶν καταγέμοντος, οἳ τὸ πλέον ἦσαν ἐκ τοῦ διεφθαρμένου τάγματος, θαυμάζειν ἔφη πρὸς αὐτούς, τίνι πεποιθότες πάσης ἑαλωκυίας πόλεως μόνοι τὰ Ῥωμαίων ὅπλα μένουσιν, [94] ἑωρακότες μὲν ὀχυρωτέρας πολλῷ πόλεις ὑπὸ μίαν προσβολὴν κατεστραμμένας, ἐν ἀσφαλείᾳ δὲ τῶν ἰδίων κτημάτων ἀπολαύοντας ὅσοι ταῖς Ῥωμαίων δεξιαῖς ἐπίστευσαν, ἃς καὶ νῦν προτείνειν αὐτοῖς μηδὲν μνησικακῶν τῆς αὐθαδείας. [95] εἶναι γὰρ συγγνωστὸν ἐλευθερίας ἐλπίδα, μηκέτι μέντοι τὴν ἐν τοῖς ἀδυνάτοις ἐπιμονήν: [96] εἰ γὰρ οὐ πεισθήσονται λόγοις φιλανθρώποις καὶ δεξιαῖς πίστεως, πειράσειν αὐτοὺς ἀφειδῆ τὰ ὅπλα, καὶ ὅσον οὐδέπωγνωσθήσεσθαι πιεζόμενον τοῖς Ῥωμαίων μηχανήμασιν τὸ τεῖχος, πεποιθότες ἐπιδείκνυνται μόνοι Γαλιλαίων, ὅτι εἰσὶν αὐθάδεις αἰχμάλωτοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: