previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[54]

Καὶ οἱ μὲν ἐν τοιούτοις πάθεσι διεκαρτέρουν, Οὐεσπασιανὸς δὲ πάρεργον ἐποιεῖτο τῆς πολιορκίας τοὺς τὸ Ἰταβύριον κατειληφότας ὄρος, ἐστι τοῦ μεγάλου πεδίου καὶ Σκυθοπόλεως μέσον: [55] οὗ τὸ μὲν ὕψος ἐπὶ τριάκοντα σταδίους ἀνίσχει, μόλις προσβατὸν κατὰ τὸ προσάρκτιον κλίμα, πεδίον δ᾽ ἐστὶν κορυφὴ σταδίων ἓξ καὶ εἴκοσι, πᾶν τετειχισμένον. [56] ἤγειρε δὲ τοσοῦτον ὄντα τὸν περίβολον Ἰώσηπος ἐν τεσσαράκοντα ἡμέραις τῇ τε ἄλλῃ χορηγούμενος ὕλῃ κάτωθεν καὶ ὕδατι: καὶ γὰρ τοῖς ἐποίκοις μόνον ἦν ὄμβριον. [57] πολλοῦ οὖν πλήθους ἐπὶ τοῦτο συνειλεγμένου Οὐεσπασιανὸς Πλάκιδον σὺν ἱππεῦσιν ἑξακοσίοις πέμπει. [58] τούτῳ τὸ μὲν προσβαίνειν ἀμήχανον ἦν, ἐλπίδι δὲ δεξιῶν καὶ παρακλήσεως πρὸς εἰρήνην τοὺς πολλοὺς προεκαλεῖτο. [59] κατῄεσαν δὲ ἀντεπιβουλεύοντες: τε γὰρ Πλάκιδος ὡμίλει πρᾳότερον σπουδάζων αὐτοὺς ἐν τῷ πεδίῳ λαβεῖν, κἀκεῖνοι κατῄεσαν ὡς πειθόμενοι δῆθεν, ἵνα ἀφυλάκτῳ προσπέσωσιν. [60] ἐνίκα μέντοι τὸ Πλακίδου πανοῦργον: ἀρξαμένων γὰρ τῶν Ἰουδαίων μάχης φυγὴν ὑπεκρίνετο καὶ διώκοντας ἑλκύσας ἐπὶ πολὺ τοῦ πεδίου τοὺς ἱππεῖς ἐπιστρέφει, τρεψάμενος δὲ πλείστους μὲν αὐτῶν ἀναιρεῖ, τὸ δὲ λοιπὸν πλῆθος ὑποτεμόμενος εἴργει τῆς ἀνόδου. [61] καὶ οἱ μὲν τὸ Ἰταβύριον καταλιπόντες ἐπὶ Ἱεροσολύμων ἔφευγον, οἱ δὲ ἐπιχώριοι πίστεις λαβόντες, ἐπιλελοίπει δ᾽ αὐτοὺς ὕδωρ, τό τε ὄρος καὶ σφᾶς αὐτοὺς Πλακίδῳ παρέδοσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: