previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17]

Συντελεσθέντων οὖν τῶν χωμάτων θᾶττον πλήθει χειρῶν καὶ τῶν πραττομένων ἔθει προσῆγον τὰς μηχανάς. [18] οἱ δὲ περὶ τὸν Χάρητα καὶ Ἰώσηπον, οὗτοι γὰρ ἦσαν τῶν κατὰ τὴν πόλιν δυνατώτατοι, καίπερ καταπεπληγότας τοὺς ὁπλίτας τάττουσιν, ἐπειδὴ μέχρι πολλοῦ πρὸς τὴν πολιορκίαν ἀνθέξειν οὐχ ὑπελάμβανον ὕδατι καὶ τοῖς ἄλλοις ἐπιτηδείοις μὴ διαρκούμενοι. [19] παρακροτήσαντες δ᾽ ὅμως ἐξήγαγον ἐπὶ τὸ τεῖχος, καὶ πρὸς ὀλίγον μὲν ἀπημύναντο τοὺς προσάγοντας τὰς μηχανάς, βαλλόμενοι δὲ τοῖς καταπελτικοῖς καὶ τοῖς πετροβόλοις ἀνεχώρουν εἰς τὴν πόλιν. [20] καὶ προσάγοντες οἱ Ῥωμαῖοι τριχόθεν τοὺς κριοὺς διασείουσι μὲν τὸ τεῖχος, ὑπὲρ δὲ τῶν ἐρειφθέντων εἰσχεόμενοι μετὰ πολλοῦ σαλπίγγων ἤχου καὶ κτύπου τῶν ὅπλων αὐτοί τ᾽ ἐπαλαλάζοντες συνερρήγνυντο τοῖς κατὰ τὴν πόλιν. [21] οἱ δὲ τέως μὲν κατὰ τὰς πρώτας εἰσόδους ἐνιστάμενοι προσωτέρω χωρεῖν ἐκώλυον καὶ καρτερῶς τοὺς Ῥωμαίους ἀνεῖργον: [22] βιαζόμενοι δὲ ὑπὸ πολλῶν καὶ πάντοθεν τρέπονται πρὸς τὰ ὑψηλὰ τῆς πόλεως καὶ προσκειμένοις τοῖς πολεμίοις ἐξ ὑποστροφῆς ἐπιπεσόντες συνώθουν εἰς τὸ κάταντες καὶ τῇ στενότητι καὶ δυσχωρίᾳ θλιβομένους ἀνῄρουν. [23] οἱ δὲ μήτε τοὺς κατὰ κορυφὴν ἀμύνασθαι δυνάμενοι μήτε διεκπαίειν τῶν σφετέρων πρόσω βιαζομένων ἐπὶ τὰς οἰκίας τῶν πολεμίων, πρόσγειοι γὰρ ἦσαν, ἀνέφευγον. [24] αἱ δὲ ταχέως κατηρείποντο πληρούμεναι καὶ τὸ βάρος μὴ στέγουσαι, κατέσειε δὲ πολλὰς μία τῶν ὑπ᾽ αὐτῆς πεσοῦσα καὶ πάλιν ἐκεῖναι τὰς ὑπ᾽ αὐτάς. [25] τοῦτο πλείστους διέφθειρε τῶν Ῥωμαίων: ὑπὸ γὰρ ἀμηχανίας καίτοι συνιζανούσας ὁρῶντες ἐπεπήδων ταῖς στέγαις, καὶ πολλοὶ μὲν κατεχώννυντο τοῖς ἐρειπίοις, πολλοὶ δ᾽ ὑποφεύγοντες μέρη τοῦ σώματος κατελαμβάνοντο, πλείστους δὲ κονιορτὸς ἄγχων ἀνῄρει. [26] συνεργίαν θεοῦ τοῦτο Γαμαλεῖς ὑπελάμβανον καὶ τῆς κατὰ σφᾶς ἀμελοῦντες βλάβης ἐπέκειντο, πρός τε τὰ στέγη τοὺς πολεμίους ἀνωθοῦντες καί τοι κατολισθάνοντας ἐν ὀξέσι τοῖς στενωποῖς καὶ ἀεὶ τοὺς πίπτοντας ὕπερθεν βάλλοντες ἔκτεινον. [27] καὶ τὰ μὲν ἐρείπια χερμάδων πλέα ἦν αὐτοῖς, σίδηρον δὲ παρεῖχον οἱ τῶν πολεμίων νεκροί: παρασπῶντες γὰρ τὰ τῶν πεσόντων ξίφη κατὰ τῶν δυσθανατούντων ἐχρῶντο. [28] πολλοὶ δ᾽ ἀπὸ πιπτόντων ἤδη τῶν δωμάτων σφᾶς αὐτοὺς βάλλοντες ἔθνησκον. [29] ἦν δ᾽ οὐδὲ τραπέντων φυγὴ ῥᾴδιος: κατὰ γὰρ ἄγνοιαν τῶν ὁδῶν καὶ παχύτητα τοῦ κονιορτοῦ μηδὲ ἀλλήλους ἐπιγινώσκοντες ἀνειλοῦντο καὶ περὶ σφᾶς ἔπιπτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: