previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11]

Οὐεσπασιανὸς δ᾽ ἄρας ἀπὸ τῆς Ἀμμαθοῦς, ἔνθα πρὸ τῆς Τιβεριάδος ἐστρατοπεδεύκει: μεθερμηνευομένη δ᾽ Ἀμμαθοῦς θερμὰ λέγοιτ᾽ ἄν, ἔστι γὰρ ἐν αὐτῇ πηγὴ θερμῶν ὑδάτων πρὸς ἄκεσιν ἐπιτηδείων: ἀφικνεῖται πρὸς τὴν Γάμαλαν. [12] καὶ πᾶσαν μὲν κυκλώσασθαι φυλακῇ τὴν πόλιν οὐχ οἷός τε ἦν οὕτως διακειμένην, πρὸς δὲ τοῖς δυνατοῖς φρουροὺς καθίστησι καὶ τὸ ὑπερκείμενον ὄρος καταλαμβάνεται. [13] τειχισαμένων δὲ ὥσπερ ἔθος τῶν ταγμάτων ὑπὲρ αὐτοῦ στρατόπεδα χωμάτων ἤρχετο κατ᾽ οὐράν, καὶ τὸ μὲν κατ᾽ ἀνατολὰς αὐτῷ μέρος, ᾗπερ ἀνωτάτω τῆς πόλεως πύργος ἦν, ἐφ᾽ οὗ τὸ πέμπτον καὶ δέκατον τάγμα, καὶ τὸ πέμπτον μὲν κατὰ μέσην ἐξειργάζετο τὴν πόλιν, τὰς δὲ διώρυγας ἀνεπλήρου καὶ τὰς φάραγγας τὸ δέκατον. [14] κἀν τούτῳ προσελθόντα τοῖς τείχεσιν Ἀγρίππαν τὸν βασιλέα καὶ περὶ παραδόσεως τοῖς ἐφεστῶσι πειρώμενον διαλέγεσθαι βάλλει τις τῶν σφενδονητῶν κατὰ τὸν δεξιὸν ἀγκῶνα λίθῳ. [15] καὶ μὲν ὑπὸ τῶν οἰκείων θᾶττον περιεσχέθη, Ῥωμαίους δὲ ἐπήγειρεν εἰς τὴν πολιορκίαν ὀργή τε περὶ τοῦ βασιλέως καὶ περὶ σφῶν αὐτῶν δέος: [16] οὐ γὰρ ἀπολείψειν ὠμότητος ὑπερβολὴν κατ᾽ ἀλλοφύλων καὶ πολεμίων τοὺς πρὸς ὁμόφυλον καὶ τῶν συμφερόντων αὐτοῖς σύμβουλον οὕτως ἀγριωθέντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: