This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[190]
Ὁ μέντοι γε Ἰώσηπος πρὸς τῷδε τῷ στρατηγήματι καὶ
ἕτερον ἐπενόησεν εἰς περιουσίαν αὐτῷ:
[191]
διά τινος χαράδρας δυσβάτου
καὶ διὰ τοῦθ᾽ ὑπὸ τῶν φυλάκων ἀμελουμένης κατὰ τὰ πρὸς
δύσιν μέρη τῆς φάραγγος ἐκπέμπων τινὰς γράμματά τε πρὸς οὓς
ἠβούλετο τῶν ἔξω Ἰουδαίων διεπέμψατο καὶ παρ᾽ αὐτῶν ἐλάμβανεν,
παντός τε ἐπιτηδείου τῶν ἀνὰ τὴν πόλιν ἐπιλελοιπότων
εὐπόρησεν,
[192]
ἕρπειν τὰ πολλὰ παρὰ τὰς φυλακὰς κελεύσας τοῖς
ἐξιοῦσιν καὶ τὰ νῶτα καλύπτειν νάκεσιν, ὡς εἰ καὶ κατίδοι τις
αὐτοὺς νύκτωρ, φαντασίαν παρέχοιεν κυνῶν, μέχρι συναισθόμενοι
τὴν ἐπίνοιαν οἱ φρουροὶ περιίσχουσιν τὴν χαράδραν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.