This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
Ἡ δὲ Σαμαρεῖτις χώρα μέση μὲν τῆς Γαλιλαίας ἐστὶ καὶ
τῆς Ἰουδαίας: ἀρχομένη γὰρ ἀπὸ τῆς ἐν τῷ πεδίῳ κειμένης Γηνεὼς
ὄνομα κώμης ἐπιλήγει τῆς Ἀκραβετηνῶν τοπαρχίας: φύσιν δὲ
τῆς Ἰουδαίας κατ᾽ οὐδὲν διάφορος.
[49]
ἀμφότεραι γὰρ ὀρειναὶ καὶ
πεδιάδες, εἴς τε γεωργίαν μαλθακαὶ καὶ πολύφοροι κατάδενδροί
τε καὶ ὀπώρας ὀρεινῆς καὶ ἡμέρου μεσταί, παρ᾽ ὅσον οὐδαμοῦ
φύσει διψάδες, ὕονται δὲ τὸ πλέον:
[50]
γλυκὺ δὲ νᾶμα πᾶν διαφόρως
ἐν αὐταῖς, καὶ διὰ πλῆθος πόας ἀγαθῆς τὰ κτήνη πλέον ἢ παρ᾽
ἄλλοις γαλακτοφόρα. μέγιστόν γε μὴν τεκμήριον ἀρετῆς καὶ εὐθηνίας
τὸ πληθύειν ἀνδρῶν ἑκατέραν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.