This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
Ἐν δὲ τούτῳ καὶ τὰ κατὰ τὴν χώραν πολλαχόθεν ἐταράσσετο,
καὶ συχνοὺς βασιλειᾶν ὁ καιρὸς ἀνέπειθεν. κατὰ μέν γε
τὴν Ἰδουμαίαν δισχίλιοι τῶν ὑπὸ Ἡρώδῃ πάλαι στρατευσαμένων
συστάντες ἔνοπλοι διεμάχοντο τοῖς βασιλικοῖς, οἷς Ἀχίαβος ἀνεψιὸς
βασιλέως ἀπὸ τῶν ἐρυμνοτάτων χωρίων ἐπολέμει ὑποφεύγων τὴν
ἐν τοῖς πεδίοις συμπλοκήν:
[56]
ἐν δὲ Σεπφώρει τῆς Γαλιλαίας Ἰούδας
υἱὸς Ἐζεκία τοῦ κατατρέχοντός ποτε τὴν χώραν ἀρχιλῃστοῦ καὶ
χειρωθέντος ὑφ᾽ Ἡρώδου βασιλέως συστήσας πλῆθος οὐκ ὀλίγον
ἀναρρήγνυσιν τὰς βασιλικὰς ὁπλοθήκας καὶ τοὺς περὶ αὐτὸν ὁπλίσας
τοῖς τὴν δυναστείαν ζηλοῦσιν ἐπεχείρει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.