previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51]

Ἰουδαίους δὲ τε τῶν ἔργων καὶ ἀνδρῶν φθορὰ πολὺ πλείους καὶ μαχιμωτέρους ἐπισυνέστησεν Ῥωμαίοις καὶ περισχόντες τὰ βασίλεια πάντας ἠπείλουν διαφθείρειν, εἰ μὴ θᾶττον ἀπίοιεν: ὑπισχνοῦντο γὰρ ἄδειαν τῷ Σαβίνῳ βουλομένῳ μετὰ τοῦ τάγματος ἐξιέναι. [52] συνελάμβανον δ᾽ αὐτοῖς οἱ πλείους τῶν βασιλικῶν αὐτομολήσαντες. τὸ μέντοι πολεμικώτατον μέρος, Σεβαστηνοὶ τρισχίλιοι Ῥοῦφός τε καὶ Γρᾶτος ἐπὶ τούτοις, μὲν τοὺς πεζοὺς τῶν βασιλικῶν ὑπ᾽ αὐτὸν ἔχων, Ῥοῦφος δὲ τοὺς ἱππεῖς, ὢν ἑκάτερος καὶ χωρὶς ὑπηκόου δυνάμεως δι᾽ ἀλκὴν καὶ σύνεσιν πολέμου ῥοπή, προσέθεντο Ῥωμαίοις. [53] Ἰουδαῖοι μὲν οὖν ἐνέκειντο τῇ πολιορκίᾳ τῶν τειχῶν ἅμα πειρώμενοι τοῦ φρουρίου καὶ τοῖς περὶ τὸν Σαβῖνον ἐμβοῶντες ἀπιέναι μηδ᾽ ἐμποδὼν αὐτοῖς γενέσθαι διὰ χρόνου πολλοῦ κομιζομένοις τὴν πάτριον αὐτονομίαν. [54] Σαβίνῳ δ᾽ ἀγαπητὸν μὲν ἦν ὑπεξελθεῖν, ἠπίστει δὲ ταῖς ὑποσχέσεσιν καὶ τὸ πρᾷον αὐτῶν δέλεαρ εἰς ἐνέδραν ὑπώπτευεν: ἅμα δὲ καὶ τὴν ἀπὸ Οὐάρου βοήθειαν ἐλπίζων διέτριβεν τὴν πολιορκίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: