previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[595]

Καθ᾽ ὃν καιρὸν ἀπὸ Δεβαρίθθων κώμης νεανίσκοι τινὲς τῶν ἐν τῷ μεγάλῳ πεδίῳ καθεζομένων φυλάκων ἐνεδρεύσαντες Πτολεμαῖον τὸν Ἀγρίππα καὶ Βερνίκης ἐπίτροπον ἀφείλοντο πᾶσαν ὅσην ἦγεν ἀποσκευήν, ἐν πολυτελεῖς τε ἐσθῆτες οὐκ ὀλίγαι καὶ πλῆθος ἐκπωμάτων ἀργυρῶν χρυσοῖ τε ἦσαν ἑξακόσιοι. [596] μὴ δυνάμενοι δὲ διαθέσθαι κρύφα τὴν ἁρπαγὴν πάντα πρὸς Ἰώσηπον εἰς Ταριχέας ἐκόμισαν. [597] δὲ μεμψάμενος αὐτῶν τὸ πρὸς τοὺς βασιλικοὺς βίαιον τίθησιν τὰ κομισθέντα παρὰ τῷ δυνατωτάτῳ τῶν Ταριχεατῶν Ἀνναίῳ, πέμψαι κατὰ καιρὸν τοῖς δεσπόταις προαιρούμενος: δὴ μέγιστον αὐτῷ κίνδυνον ἐπήγαγεν. [598] οἱ γὰρ ἁρπάσαντες ἅμα μὲν ἐπὶ τῷ μηδεμιᾶς τυχεῖν μερίδος ἐκ τῶν κεκομισμένων ἀγανακτοῦντες, ἅμα δὲ καὶ προσκεψάμενοι τοῦ Ἰωσήπου τὴν διάνοιαν, ὅτι μέλλοι τὸν πόνον αὐτῶν τοῖς βασιλεῦσιν χαρίζεσθαι. νύκτωρ εἰς τὰς κώμας διέδραμον καὶ πᾶσιν ἐνεδείκνυντο τὸν Ἰώσηπον ὡς προδότην: ἐνέπλησαν δὲ καὶ τὰς πλησίον πόλεις ταραχῆς, ὥστε ὑπὸ τὴν ἕω δέκα μυριάδας ὁπλιτῶν ἐπ᾽ αὐτὸν συνδραμεῖν. [599] καὶ τὸ μὲν πλῆθος ἐν τῷ κατὰ Ταριχέας ἱπποδρόμῳ συνηθροισμένον πολλὰ πρὸς ὀργὴν ἀνεβόα καὶ καταλεύειν οἱ δὲ καίειν τὸν προδότην ἐκεκράγεσαν: παρώξυνεν δὲ τοὺς πολλοὺς Ἰωάννης καὶ σὺν αὐτῷ Ἰησοῦς τις υἱὸς Σαπφία, τότε ἄρχων τῆς Τιβεριάδος. [600] οἱ μὲν οὖν φίλοι καὶ σωματοφύλακες τοῦ Ἰωσήπου καταπλαγέντες τὴν ὁρμὴν τοῦ πλήθους ἔφυγον πλὴν τεσσάρων πάντες, αὐτὸς δὲ κοιμώμενος ἤδη προσφερομένου τοῦ πυρὸς διανίσταται, [601] καὶ παραινούντων φεύγειν τῶν τεσσάρων, οἳ παρέμειναν, οὔτε πρὸς τὴν καθ᾽ ἑαυτὸν ἐρημίαν οὔτε πρὸς τὸ πλῆθος τῶν ἐφεστώτων καταπλαγεὶς προπηδᾷ, περιρρηξάμενος μὲν τὴν ἐσθῆτα, καταπασάμενος δὲ τῆς κεφαλῆς κόνιν, ἀποστρέψας δὲ ὀπίσω τὰς χεῖρας καὶ τὸ ἴδιον ξίφος ἐπιδήσας τῷ τένοντι. [602] πρὸς ταῦτα τῶν μὲν οἰκείως ἐχόντων, καὶ μάλιστα τῶν Ταριχεατῶν, οἶκτος ἦν, οἱ δ᾽ ἀπὸ τῆς χώρας καὶ τῶν πλησίον ὅσοις ἐδόκει φορτικὸς ἐβλασφήμουν, προφέρειν τε τὰ κοινὰ χρήματα θᾶττον ἐκέλευον καὶ τὰς προδοτικὰς συνθήκας ἐξομολογεῖσθαι: [603] προειλήφεσαν γὰρ ἐκ τοῦ σχήματος οὐδὲν αὐτὸν ἀρνήσεσθαι τῶν ὑπονοηθέντων, ἀλλ᾽ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι τὰ πρὸς τὸν ἔλεον. [604] τῷ δ᾽ ἦν ταπείνωσις προπαρασκευὴ στρατηγήματος, καὶ τεχνιτεύων τοὺς ἀγανακτοῦντας κατ᾽ αὐτοῦ κατ᾽ ἀλλήλων στασιάσαι, ἐφ᾽ οἷς ὠργίζοντο πάνθ᾽ ὁμολογήσων, [605] ἔπειτα δοθὲν αὐτῷ λέγειν, “ἐγὼ ταῦτα, ἔφη, τὰ χρήματα οὔτε ἀναπέμπειν Ἀγρίππᾳ προῃρούμην οὔτε κερδαίνειν αὐτός: μὴ γὰρ ἡγησαίμην ποτὲ φίλον τὸν ὑμῖν διάφορον κέρδος τὸ φέρον τῷ κοινῷ βλάβην. [606] ὁρῶν δέ, Ταριχεᾶται, μάλιστα τὴν ὑμετέραν πόλιν ἀσφαλείας δεομένην καὶ πρὸς κατασκευὴν τείχους χρῄζουσαν ἀργυρίου, δεδοικὼς δὲ τὸν Τιβεριέων δῆμον καὶ τὰς ἄλλας πόλεις ἐφεδρευούσας τοῖς ἡρπαγμένοις, κατασχεῖν ἡσυχῆ τὰ χρήματα προειλόμην, ἵνα ὑμῖν περιβάλωμαι τεῖχος. [607] εἰ μὴ δοκεῖ, προφέρω τὰ κεκομισμένα καὶ παρέχω διαρπάζειν: εἰ μὴ καλῶς ὑμῖν ἐβουλευσάμην, κολάζετε τὸν εὐεργέτην.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: