This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
Πολλὰ τοιαῦτα διεξελθὼν Ἀντίπατρος καὶ τοὺς πλείστους
τῶν συγγενῶν παραστησάμενος ἐφ᾽ ἑκάστῳ τῶν κατηγορημένων
μάρτυρας καταπαύει τὸν λόγον.
[34]
ἀνίσταται δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου,
καὶ τὸν μὲν ἐν τῷ ἱερῷ φόνον ἀναγκαῖον ἀπέφηνεν: πολεμίους
γὰρ γεγονέναι τοὺς ἀνῃρημένους οὐ τῆς βασιλείας μόνον ἀλλὰ
καὶ τοῦ δικάζοντος αὐτὴν Καίσαρος.
[35]
τῶν δ᾽ ἄλλων ἐγκλημάτων συμβούλους
ἀπεδείκνυεν αὐτοὺς τοὺς κατηγόρους γεγονέναι. τήν γε μὴν
ἐπιδιαθήκην ἠξίου διὰ τοῦτο μάλιστα εἶναι κυρίαν, ὅτι βεβαιωτὴν
ἐν αὐτῇ Καίσαρα καθίστατο τοῦ διαδόχου:
[36]
ὁ γὰρ σωφρονῶν ὥστε
τῷ δεσπότῃ τῶν ὅλων παραχωρεῖν τῆς ἐξουσίας οὐ δή που περὶ
κληρονόμου κρίσιν ἐσφάλλετο, σωφρονῶν δ᾽ ᾑρεῖτο καὶ τὸν καθιστάμενον
ὁ γινώσκων τὸν καθιστάντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.