This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
Συνήργει δ᾽ αὐτοῖς εἰς τοῦτο καὶ Σαβῖνος δι᾽ ἐπιστολῶν
κατηγορήσας μὲν Ἀρχελάου παρὰ Καίσαρι, πολλὰ δ᾽ ἐπαινέσας
Ἀντίπαν.
[24]
συντάξαντες δὲ τὰ ἐγκλήματα οἱ περὶ Σαλώμην ἐνεχείρισαν
Καίσαρι, καὶ μετὰ τούτους Ἀρχέλαος τά τε κεφάλαια τῶν
ἑαυτοῦ δικαίων γράψας καὶ τὸν δακτύλιον τοῦ πατρὸς καὶ τοὺς
λόγους εἰσπέμπει διὰ Πτολεμαίου.
[25]
προσκεψάμενος δὲ ὁ Καῖσαρ τὰ
παρ᾽ ἀμφοῖν κατ᾽ ἰδίαν τό τε μέγεθος τῆς βασιλείας καὶ τὸ πλῆθος
τῆς προσόδου, πρὸς οἷς τὸν ἀριθμὸν τῆς Ἡρώδου γενεᾶς, προαναγνοὺς
δὲ καὶ τὰ παρὰ Οὐάρου καὶ Σαβίνου περὶ τούτων ἐπεσταλμένα,
συνέδριον μὲν ἀθροίζει τῶν ἐν τέλει Ῥωμαίων, ἐν ᾧ καὶ τὸν
ἐξ Ἀγρίππα καὶ Ἰουλίας τῆς θυγατρὸς θετὸν παῖδα Γάιον πρώτως
ἐκάθισεν, ἀποδίδωσι δὲ λόγον αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.