previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[441]

Κατὰ δὲ τὴν ἐπιοῦσαν τε ἀρχιερεὺς Ἀνανίας περὶ τὸν τῆς βασιλικῆς αὐλῆς εὔριπον διαλανθάνων ἁλίσκεται καὶ πρὸς τῶν λῃστῶν ἀναιρεῖται σὺν Ἐζεκίᾳ τῷ ἀδελφῷ, καὶ τοὺς πύργους περισχόντες οἱ στασιασταὶ παρεφύλαττον, μή τις τῶν στρατιωτῶν διαφύγοι. [442] τὸν δὲ Μανάημον τε τῶν ὀχυρῶν καταστροφὴ χωρίων καὶ τοῦ ἀρχιερέως Ἀνανίου θάνατος ἐτύφωσεν εἰς ὠμότητα καὶ μηδένα νομίζων ἔχειν ἐπὶ τοῖς πράγμασιν ἀντίπαλον ἀφόρητος ἦν τύραννος. [443] ἐπανίστανται δὲ οἱ περὶ τὸν Ἐλεάζαρον αὐτῷ, καὶ λόγον ἀλλήλοις δόντες, ὡς οὐ χρὴ Ῥωμαίων ἀποστάντας δι᾽ ἐλευθερίας πόθον καταπροέσθαι ταύτην οἰκείῳ δήμῳ καὶ δεσπότην φέρειν, εἰ καὶ μηδὲν πράττοι βίαιον, ἀλλ᾽ οὖν ἑαυτῶν ταπεινότερον: εἰ γὰρ καὶ δέοι τινὰ τῶν ὅλων ἀφηγεῖσθαι, παντὶ μᾶλλον ἐκείνῳ προσήκειν, συντίθενται καὶ κατὰ τὸ ἱερὸν ἐπεχείρουν αὐτῷ: [444] σοβαρὸς γὰρ ἀναβεβήκει προσκυνήσων ἐσθῆτί τε βασιλικῇ κεκοσμημένος καὶ τοὺς ζηλωτὰς ἐνόπλους ἐφελκόμενος. [445] ὡς δ᾽ οἱ περὶ τὸν Ἐλεάζαρον ἐπ᾽ αὐτὸν ὥρμησαν, τε λοιπὸς δῆμος ἐπὶ τὰς ὀργὰς λίθους ἁρπάσαντες τὸν σοφιστὴν ἔβαλλον, οἰόμενοι τούτου καταλυθέντος διατρέψειν ὅλην τὴν στάσιν, [446] πρὸς ὀλίγον οἱ περὶ τὸν Μανάημον ἀντισχόντες ὡς εἶδον πᾶν ἐπ᾽ αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν, ἔφυγον ὅπη τις ἴσχυσεν, καὶ φόνος μὲν ἦν τῶν καταληφθέντων, ἔρευνα δὲ τῶν ἀποκρυπτομένων. [447] καὶ διεσώθησαν ὀλίγοι λάθρα διαδράντες εἰς Μασάδαν, σὺν οἷς Ἐλεάζαρος υἱὸς Ἰαείρου, προσήκων τῷ Μαναήμῳ κατὰ γένος, ὃς ὕστερον ἐτυράννησεν τῆς Μασάδας. [448] αὐτόν τε τὸν Μανάημον εἰς τὸν καλούμενον Ὀφλᾶν συμφυγόντα κἀκεῖ ταπεινῶς ὑπολανθάνοντα ζωγρήσαντες εἰς τὸ φανερὸν ἐξείλκυσαν καὶ πολλαῖς αἰκισάμενοι βασάνοις ἀνεῖλον, ὁμοίως δὲ καὶ τοὺς ὑπ᾽ αὐτὸν ἡγεμόνας τόν τε ἐπισημότατον τῆς τυραννίδος ὑπηρέτην Ἀψάλωμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: