previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[289]

Τῆς δ᾽ ἐπιούσης ἡμέρας ἑβδομάδος οὔσης τῶν Ἰουδαίων εἰς τὴν συναγωγὴν συναθροισθέντων στασιαστής τις Καισαρεὺς γάστραν καταστρέψας καὶ παρὰ τὴν εἴσοδον αὐτῶν θέμενος ἐπέθυεν ὄρνεις. τοῦτο τοὺς Ἰουδαίους ἀνηκέστως παρώξυνεν ὡς ὑβρισμένων μὲν αὐτοῖς τῶν νόμων, μεμιασμένου δὲ τοῦ χωρίου. [290] τὸ μὲν οὖν εὐσταθὲς καὶ πρᾷον ἐπὶ τοὺς ἡγεμόνας ἀναφεύγειν ᾤετο χρῆναι, τὸ στασιῶδες δὲ καὶ ἐν νεότητι φλεγμαῖνον ἐξεκαίετο πρὸς μάχην. παρεσκευασμένοι δὲ εἱστήκεσαν οἱ τῶν Καισαρέων στασιασταί, τὸν γὰρ ἐπιθύσοντα προπεπόμφεσαν ἐκ συντάγματος, καὶ ταχέως ἐγένετο συμβολή. [291] προσελθὼν δὲ Ἰούκουνδος διακωλύειν τεταγμένος ἱππάρχης τήν τε γάστραν αἴρει καὶ καταπαύειν ἐπειρᾶτο τὴν στάσιν. ἡττωμένου δ᾽ αὐτοῦ τῆς τῶν Καισαρέων βίας Ἰουδαῖοι τοὺς νόμους ἁρπάσαντες ἀνεχώρησαν εἰς Νάρβατα: χώρα τις αὐτῶν οὕτω καλεῖται σταδίους ἑξήκοντα διέχουσα τῆς Καισαρείας: [292] οἱ δὲ περὶ τὸν Ἰωάννην δυνατοὶ δώδεκα πρὸς Φλῶρον ἐλθόντες εἰς Σεβαστὴν ἀπωδύροντο περὶ τῶν πεπραγμένων καὶ βοηθεῖν ἱκέτευον, αἰδημόνως ὑπομιμνήσκοντες τῶν ὀκτὼ ταλάντων. δὲ καὶ συλλαβὼν ἔδησεν τοὺς ἄνδρας αἰτιώμενος ὑπὲρ τοῦ τοὺς νόμους ἐξενεγκεῖν τῆς Καισαρείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: