This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[183]
Καῖσαρ δὲ Πομπηίου καὶ τῆς συγκλήτου φυγόντων ὑπὲρ
τὸν Ἰόνιον Ῥώμης καὶ τῶν ὅλων κρατήσας ἀνίησι μὲν τῶν δεσμῶν
τὸν Ἀριστόβουλον, παραδοὺς δ᾽ αὐτῷ δύο τάγματα κατὰ τάχος
ἔπεμψεν εἰς Συρίαν, ταύτην τε ῥᾳδίως ἐλπίσας καὶ τὰ περὶ τὴν
Ἰουδαίαν δι᾽ αὐτοῦ προσάξεσθαι.
[184]
φθάνει δ᾽ ὁ φθόνος καὶ τὴν
Ἀριστοβούλου προθυμίαν καὶ τὰς Καίσαρος ἐλπίδας: φαρμάκῳ
γοῦν ἀναιρεθεὶς ὑπὸ τῶν τὰ Πομπηίου φρονούντων μέχρι πολλοῦ
μὲν οὐδὲ ταφῆς ἐν τῇ πατρῴᾳ χώρᾳ μετεῖχεν, ἔκειτο δὲ μέλιτι
συντηρούμενος ὁ νεκρὸς αὐτοῦ, ἕως ὑπ᾽ Ἀντωνίου Ἰουδαίοις ἐπέμφθη
τοῖς βασιλικοῖς μνημείοις ἐνταφησόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.