This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
Κἀν τούτῳ νοσούσης Ἀλεξάνδρας ὁ νεώτερος τῶν παίδων
Ἀριστόβουλος τὸν καιρὸν ἁρπάσας μετὰ τῶν οἰκετῶν, εἶχεν δὲ
πολλοὺς καὶ πάντας εὔνους διὰ τὴν θερμότητα, κρατεῖ μὲν τῶν
ἐρυμάτων ἁπάντων, τοῖς δ᾽ ἐκ τούτων χρήμασιν μισθοφόρους
ἀθροίσας ἑαυτὸν ἀποδείκνυσι βασιλέα.
[118]
πρὸς ταῦτα ὀδυρόμενον τὸν
Ὑρκανὸν ἡ μήτηρ οἰκτείρασα τήν τε γυναῖκα καὶ τοὺς παῖδας Ἀριστοβούλου
καθείργνυσιν εἰς τὴν Ἀντωνίαν: φρούριον δ᾽ ἦν τῷ
βορείῳ κλίματι τοῦ ἱεροῦ προσκείμενον, πάλαι μέν, ὡς ἔφην, βᾶρις
ὀνομαζόμενον, αὖθις δὲ ταύτης τυχὸν τῆς προσηγορίας ἐπικρατήσαντος
Ἀντωνίου, καθάπερ ἀπό τε τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα
Σεβαστὴ καὶ Ἀγριππιὰς πόλεις ἐπωνομάσθησαν.
[119]
πρὶν δὲ ἐπεξελθεῖν
Ἀλεξάνδρα τὸν Ἀριστόβουλον τῆς τἀδελφοῦ καταλύσεως
τελευτᾷ διοικήσασα τὴν ἀρχὴν ἔτεσιν ἐννέα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.