This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[373]
“Παραλογώτατά μοι δοκεῖ τὸ παρὸν ὑμῶν καθάπτεσθαι δέος:
πρὸς μέν γε τὰς δαιμονίους πληγὰς ἀθυμεῖν εἰκὸς ἦν, τὸ δ᾽ αὐτὸ
καὶ πρὸς ἀνθρωπίνην ἔφοδον πάσχειν ἀνάνδρων. ἐγὼ γὰρ τοσοῦτον
ἀποδέω κατεπτηχέναι τοὺς πολεμίους μετὰ τὸν σεισμόν, ὥσθ᾽
ὑπολαμβάνειν τὸν θεὸν Ἄραψιν δέλεαρ τοῦτο καθεικέναι τοῦ
δοῦναι δίκας ἡμῖν: οὐ γὰρ τοσοῦτον ὅπλοις ἢ χερσὶν πεποιθότες
ὅσον ταῖς αὐτομάτοις ἡμῶν συμφοραῖς ἧκον: σφαλερὰ δ᾽ ἐλπὶς
οὐκ ἐξ οἰκείας ἰσχύος ἀλλ᾽ ἐξ ἀλλοτρίας ἠρτημένη κακοπραγίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.