previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[601]

Ἐπὶ τούτοις καὶ Βάθυλλος εἰς τοὺς ἐλέγχους συνέδραμεν, τελευταία πίστις τῶν Ἀντιπάτρῳ βεβουλευμένων: ἦν μὲν γὰρ ἀπελεύθερος αὐτοῦ, κομίζων δ᾽ ἧκεν ἄλλο δηλητήριον ἰοὺς ἀσπίδων καὶ χυλοὺς ἑτέρων ἑρπετῶν, ἵνα εἰ τὸ πρῶτον ἀσθενήσει φάρμακον, τούτῳ Φερώρας μετὰ τῆς γυναικὸς ὁπλίσαιτο κατὰ τοῦ βασιλέως. [602] πάρεργον δὲ τῆς ἐπὶ τὸν πατέρα τόλμης ἐκόμιζεν τὰς κατὰ τῶν ἀδελφῶν ἐσκευωρημένας ἐπιστολὰς ὑπ᾽ Ἀντιπάτρου: ἦσαν γὰρ Ἀρχέλαος καὶ Φίλιππος βασιλέως παῖδες ἐπὶ Ῥώμης παιδευόμενοι μειράκιά τε ἤδη καὶ φρονήματος μεστοί. [603] τούτους ἐπανακύπτοντας αὐτοῦ ταῖς ἐλπίσιν ἀποσκευάσασθαι σπεύδων Ἀντίπατρος ἃς μὲν πλάττεται κατ᾽ αὐτῶν ἐπιστολὰς ἐξ ὀνόματος τῶν ἐπὶ Ῥώμης φίλων, οὓς δὲ ἔπειθεν γράψαι διαφθείρας χρήμασιν, ὡς πολλὰ μὲν βλασφημοῖεν τὸν πατέρα, φανερῶς δὲ Ἀλέξανδρον καὶ Ἀριστόβουλον ὀδύροιντο, πρὸς δὲ τὴν μετάκλησιν ἀγανακτοῖεν: ἤδη δ᾽ αὐτοὺς πατὴρ μετεπέμπετο, καὶ τοῦτο ἦν τὸ μάλιστα ταράσσον Ἀντίπατρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: